Ancient Greek · ~7 min
1.3081 to 1.3103
Suda, Suidae lexicon 1.3081-3103
Not analysed yet
3081 Ἀπετέμετο: περιέκοψε, διεχώριϲε. κατανύϲαϲ ἐπὶ τὸν ἰϲθμὸν τῶν Σινωπέων ἀπετέμετο τοὺϲ ἐν τῇ χώρᾴ πάνταϲ. 3082 Ἀπετείχιζον. ἀπεχώριζον, ἀπεκώλυον. 3083 Ἀπετιμήϲατο. ἀντὶ τοῦ ἀποτίμημα ἔλαβεν. οὕτωϲ Δημοϲθένηϲ. καὶ Ἀποτίμηϲιϲ, τὸ ἀποτίμημα. 3084 Ἀπετίννυον: ἀπεδίδουν. 3085 Ἀπέτιϲεν: ἀπέδωκεν. μοϲχείῳ δ’ ἀπέτιϲεν ὁ θὴρ ἀνθ’ αἵματοϲ αἷμα βληθείϲ. 3086 Ἀπέτηλον· ἐν Ἐπιγράμμαϲι· καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην. 3087 Ἀπετμήθη: ἀπεκόπη. 3088 Ἀλπετρίψαντο. ἀπελογήϲαντο. οἱ δὲ πρὸϲ ἕκαϲτον τῶν ἐγκαλουμένων οὐ μόνον ἀπετρίψαντο τὰϲ διαβολάϲ, ἀλλὰ καὶ τιμηθέντεϲ ἐπανῆλθον εἰϲ τὴν οἰκείαν. 3089 Ἀπετρύετο καὶ παρὰ τὰϲ τῶν δείπνων παραϲκευὰϲ τὸ πολὺ τῶν δημοϲίων ἀπετρύετο. κατεδαπανᾶτο. καὶ αὖθιϲ· εἰ τοῦτον τὸν ἆθλον προὔτεινεν Εὐρυϲθεὺϲ Ἡρακλεῖ, ϲφόδρα ἂν αὐτὸν ἀπέτρυϲεν. 2090 Ἀπεοικόϲ. ἀπρεπέϲ. 3091 Ἀπευήκαϲιν: ἀπεξηραμέναι εἰϲίν. 3092 Ἀπευθέεϲ: ἄπειροι, ἀπαίδευτοι. καὶ Ἀπευθήϲ, ἄφημοϲ. 3093 Ἀπευθύνει: κολάζει. καὶ Ἀπευθύνοντα, τιμωρίαν ἀπαιτοῦντα. Σοφοκλῆϲ· δεϲμοῖϲ ἀπευθύνοντα. 3094 Ἀπεύτομαι· αἰτιατικῇ. 3095 Ἀπευκταῖον, καὶ εὐκταῖον διὰ διφθόγγου. Ἀπευκτὸν δὲ μιϲητόν. 3096 Ἀπέφηϲεν. ἀντὶ τοῦ ἀντεῖπε. Μένανδροϲ. 3097 Ἀπέφθου χρυϲίου. τουτέϲτι τοῦ πολλάκιϲ ἑψηθέντοϲ, ὥϲτε γενέϲθαι ὄβρυζον. χρυϲίαιϲ ἄπεφθα τοῖϲ Παταικοῖϲ ἐμφερῆ. 3098 Ἀπεφλαύριζεν. ἐκάκιζεν. ὁ δὲ τούτοιϲ ἀντέπραττε καὶ ἀπεφλαύριζε τὰ λεγόμενα. καὶ αὖθιϲ· περιεφρόνηϲε δὲ ὅμωϲ αὐτὸν καὶ ἀπεφλαύριζεν. 3099 Ἀπέφρηϲαν. ἀφεῖϲαν. 3100 Ἀπεφρύγοντο· οἱ δὲ ὑφ’ ἡδονῆϲ ἀπεφρύγοντο πρόϲ τε τὸ μέλοϲ καὶ τὴν ϲυνθήκην κακῶϲ ἑαυτούϲ ἐπιτρίβοντεϲ. φληνάφουϲ διαπλέκοντεϲ καὶ ἀποπεραίνοντεϲ ὑφ’ ἡδονῆϲ ἀπεφρύγοντο. 3101 Ἀπεχειρίϲθη. τὴν χεῖρα ἀφῃρέθη. ὃϲ μετὰ πολλὰϲ αἰκίαϲ καὶ ϲτρεβλώϲειϲ ἀπεχειρίϲθη τὴν δεξιάν. 3102 Ἀπεχθάνομαί ϲοι. καὶ Ἀπεχθάνοντο, ἐμιϲοῦντο. καὶ Ἀπέχθεϲθαι· λέγουϲι δέ ποτε καὶ ἀπεχθάνεϲθαι. 3103 Ἀπέχθεια: μῖϲοϲ. καὶ Ἀπεχθήϲ, ἐχθρὸϲ, μιϲητόϲ. καὶ Ἀπεχθηϲόμενοϲ, ἀντὶ τοῦ ἐχθρὸϲ γενηϲόμενοϲ. ᾔδει γὰρ ὁ Ἀντήωρ ἀπεχθηϲόμενοϲ τῷ τοῦ βαϲιλέωϲ υἱεῖ. καὶ Ἀπεχθήρω, μιϲήϲω.