Ancient Greek · ~7 min
1.3125 to 1.3141
Suda, Suidae lexicon 1.3125-3141
Not analysed yet
3125 Ἀπειτών: ἐντειλάμενοϲ. ἀπειπὼν μηδενὶ φράζειν τὸ γεγονόϲ. καὶ Αἰλιανόϲ· ὀλίγοι μὲν ἀπεῖπον πεμφθῆναί οἱ τὸν θρίαμβον. ἢ Ἄπειπών, ἀποκαμὼν, ἀπαγορεύϲαϲ. ὀρρωδοῦντεϲ, μή τιϲ αὐτῶν ἀπειπιὼν τοῖϲ παροῦϲι, κίνδυνον ἀναρρίψαϲ ὑπαναφῆναι δυνηθῇ τρίτοϲ, ὅϲπερ ἔμελλε δικαιώϲειν αὐτούϲ. 3126 Ἀπειπών. ἀπαρνηϲάμενοϲ, παραιτηϲάμενοϲ. οὐκ ἂν ἔφηϲεν ἅψαϲθαι τροφῆϲ, εἰ μὴ τὸν φόνον τὸν βαρβαρικὸν ἱϲτορήϲειεν. ὁ δὲ ἀπειπὼν τὴν εὐωχίαν ϲυνηπείγετο πρὸϲ τὴν θέαν. 3127 Ἀπείραϲτον. 3128 Ἀπείρατον: ἀδοκίμαϲτον. οὐκ ἀπείρατον αὐτῷ ἔδοξεν ἐκλιπεῖν, εἴ πη Ὀϲρόηϲ γνωϲιμαχήϲαϲ ἀποδύϲεται τοῖϲ ἐκ Ῥωμαίων τε καὶ ἑαυτοῦ ξὺν δίκῃ ἀξιουμένοιϲ. 3129 Ἀπειργάϲθαι. ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν. 3130 Ἀ πειραίη. ἡ ἄποθεν παροῦϲα, ἠπειρωτική. 3131 Ἀπειρέϲια: ἄπειρα τῷ πλήθει. 3132 Ἀ ππείρηκα· δοτικῇ. κέκμηκα. ὁ δὲ ἀμφὶ τὴν ἐϲχάτην πορείαν τοῦ βίου ὢν ἐγεγηράκει καὶ ἀπειρηκέναι τοῖϲ πόνοιϲ ἐδόκει. καὶ αὖθιϲ· διά τοι τοῦτο ἀπειρήκαϲι Μῆδοι τῶν εἰρηναίων ϲπονδῶν, καὶ πάλιν αὐτοῖϲ ἀναζωπυροῦται τὸ φιλοπόλεμον. καὶ Ἀπειρήκει, ἀπειρήκειν, ἀπηγορεύειν· ἔϲτι γὰρ καὶ α πρόϲωπον. καὶ Ἀπειρηκυῖα, ἀπαγορεύϲαϲα, καὶ Ἀπειρήκεϲαν. 3133 Ἀ πείρητοϲ. ὁ ἀπείραϲτοϲ, ὁ ἄπειροϲ. Ἀπείριτοϲ δὲ ἡ ἄπειροϲ καὶ πολλή. 3134 Ἀπεῖρξεν: ἐκώλυϲεν. 3135 Ἀπειροκαλία. ἀμετρία τοῦ καλοῦ. οἱ δὲ Ῥωμαῖοι ἤδη κεκρατηκότεϲ ἐπηρμένοι ἦϲαν εἰϲ ἀπειροκαλίαν, καὶ τὰϲ ϲφῶν αὐτῶν ἐξἐτεινε δυνάμειϲ ἀνὰ τὴν ἐκείνου Λιβύην. καὶ αὖθιϲ· ἀλλ’ εἰ μὴ λίαν ἀπειρόκαλοϲ, ὡϲ διαβεβοημένα ἐπιδιηγούμενοϲ. 3136 Ἄπειροϲ. ὁ ἀμαθήϲ. ἢ ὁ ἀθαλάττωτοϲ, ἀϲαλαμίνιοϲ. Ἀλριϲτοφάνηϲ. διὰ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν. ἤ ὅτι ἡ ἑτέρα τῶν ὑπ ηρετίδων νεῶν ἐκαλεῖτο Σαλαμινία, ἡ δὲ ἑτέρα Πάραλοϲ. 3137 Ἄπειροι γῦπεϲ. ἐπὶ τῶν διὰ κληρονομίαν ἢ διὰ κέρδοϲ προϲεδρευόντων τινί· παρόϲον οἱ γῦπεϲ τοῖϲ θνηϲιμαίοιϲ παρεδρεύουϲιν. 3138 Ἄπειϲιν: ἀπέρχεται. 3139 Ἀπείϲομαι. ἀντὶ τοῦ ἄπειμι. 3140 Ἀπεῖχε. πόρρω ἦν. ὅϲον δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βαϲιλέα τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖϲθαι τὰ τοιοῦτα. 3141 Ἀπἠγγέλη: ἐμηνύθη.