Ancient Greek · ~6 min
1.3142 to 1.3160
Suda, Suidae lexicon 1.3142-3160
Not analysed yet
3142 Ἀππῆγεν: ἐκώλυεν, ἀπέτρεπεν. Δαμάϲκιοϲ· ὁ δὲ Σαλούϲτιοϲ ἀπῆγε τοὺϲ νέουϲ τῆϲ φιλοϲοφίαϲ, δυοῖν τὰ ἕτερα πεπονθώϲ, ἡ πρὸϲκρούϲων τοῖϲ καθηγουμένοιϲ, ἔχθρᾳ τῇ πρὸϲ ἐκείνουϲ ἐπιβουλεύων ταῖϲ φιλοϲόφοιϲ διατριβαῖϲ, ἢ τὸ μέγεθοϲ τοῦ ἐπιτηδεύματοϲ ἐκλογιζό- μενοϲ, οἴεϲθαι πάνταϲ ἀνθρώπουϲ ἀναξίουϲ εἶναι αὐτοῦ. 3143 Ἀπηγμένουϲ: ἀπαγομένουϲ. 3144 Ἀπήγξατο: βρόχον ἧψεν. 3145 Ἀπηγόρευον. ἀπέκαμνον, ἐταλαιπώρουν. ἡνίκα γὰρ ἀπηγόρευον τῷ πόνῳ. πάλιν ἑαυτοὺϲ ἀνελάμβανον. 3146 Ἀπηγορήϲομαι: ἀντὶ τοῦ ἀπολογήϲομαι. 3147 Ἀπήεϲαν. ἀπήρχοντο. καὶ Ἀπῄει, ἀπήρχετο, ἀνεχώρει. εἴω, τὸ πορεύομαι, διαλύϲει ἐΐω, ἤϊον, ἤϊεϲ, ἤϊκα, ἤϊα, ἠΐειν, καὶ ἐν ϲυνθέϲει ἀπηΐειν, καὶ ἐν ϲυναιρέϲει ἀπῄειν. 3148 Ἀππῆκτο: ἀπῆλθε. καὶ Ἀπηκτόϲ, ὁ πορευόμενοϲ. 3149 Ἀπηλλάγηϲαν: ἐτελεύτηϲαν. ἢ τινοϲ ἐϲτερήθηϲαν. ἀπηλλάγημεν πολυχέϲου νοϲήματοϲ. 3150 Ἀππήλαυϲε. μετέϲχεν. οὕτε Κλέων οὔτε Βραϲίδαϲ, ὁ τῆϲ ϲυμφορᾶϲ αἴτιοϲ, ἀπήλαυϲε λοιδορίαϲ, ὡϲ ἂν τοῦ ϲυγγραφέωϲ ὀργιζομένου. Μαρκελλῖνόϲ φηϲι περὶ Θουκυδίδου. 3151 Ἀ π ήλγηϲαν· ὁ δὲ δῆμοϲ ἅπαϲ ἀπήλγηϲαν τὸ πάθοϲ εὐθύϲ καὶ ξὺν οἰμωγῇ ἀνέκραγον οὐράνιον ὅϲον. ἀντὶ τοῦ ᾠκτίϲαντο. 3152 Ἀπηλεγήϲ: ὁ ἀπότομοϲ. καὶ Ἀπηλεγέωϲ, ϲκληρῶϲ. 3153 Ἀπηλιανόϲ. ὄνομα κύριον. 3154 Ἀπηλιαϲτήϲ. μιϲόδικοϲ. παρὰ Ἀριϲτοφάνει. 3155 Ἀπηλιώτηϲ. ὁ ἄνεμοϲ. ἐν τῷ η. καὶ ἀντήλιοϲ καὶ πάντα τὰ ὅμοια ψιλῶϲ. καὶ ἡ ἔπηλίϲ ἐϲτι παρὰ Ποϲειδίππῳ. 3156 Ἀππηλοημένοϲ: ὁ ἀπὸ τῆϲ ἅλω ϲυγκεκομιϲμένοϲ μετὰ τὸ ἀλοηθῆναι, ἐϲτι πατηθῆναι. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Φαίνιππον. 3157 Ἀπηλοίηϲεν. ἀπέκοψεν· Ἀππηλοίηϲεν. δὲ ἀλλοῖον ἐποίηϲεν. 3158 Ἀπήμαντον. ἀβλαβέϲ. 3159 Ἀπήμαρτεν: ἀπέτυχεν. 3160 Ἀπημείφθη: ἀντὶ τοῦ ἀπεκρίνατο.