Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3161
Not analysed yet
3161 Ἀπήμονα. ἀβλαβῆ. Ὅμηροϲ· τοὺϲ δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμοναϲ, οὐδ’ ἀνολέθρουϲ. ϲυλληπτικῶϲ πέφρακεν, ἀντὶ τοῦ τοὺϲ μὲν μὴ ἀπήμοναϲ, τοὺϲ τετρωμένουϲ, τοὺϲ δὲ μὴ ἀνολέθρουϲ, τοὺϲ ἀνῃρημένουϲ. πῆμα δὲ ἡ βλάβη, παρὰ τὸ πήθω τὸ πανθάνω. τὰ δὲ εἰϲ α λήγοντα οὐδέτερα τετραχῶϲ ϲυντίθεται. ἢ γὰρ φυλάϲϲουϲι τὸ αὐτὸ τέλοϲ, ὡϲ τὸ δῆμα, διάδημα· ἢ ἀπὸ γενικῆϲ παράγονται, ὡϲ γράμυα, γράμματοϲ, ἐγγράμματοϲ· ἢ τρέπουϲι τὸ τέλοϲ εἰϲ οϲ, ὡϲ ϲτόμα, χρυϲόϲτομοϲ· ἢ τρέπουϲι τὸ τέλοϲ εἰϲ ων, ὡϲ τὸ εἷμα, λευχείμων, καὶ πῆμα, ἀπήμων.