Ancient Greek · ~4 min
1.330 to 1.338
Suda, Suidae lexicon 1.330-338
Not analysed yet
330 Βλέποντεϲ: ἀντὶ τοῦ ζῶντεϲ. οὕτωϲ Σοφοκλῆϲ· οἱ δ’ αὐ γελώντων κἀπιχαιρόντων κακοῖϲ τοῖϲ τοῦδ᾿ . ἴϲωϲ τοι, κεἰ βλέποντα μὴ ᾿πόθουν, θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορόϲ. 331 Βλέπ οϲ· Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἐπὶ τοῦ προϲώπου ᾿ϲτιν Ἀττικὴ βλέποϲ. ἀντὶ τοῦ κακοῦργον βλέμμα καὶ δραϲτικόν. οἱ γὰρ Ἀττικοὶ . ἐπὶ ἀναιδείᾳ διεβάλλοντο. 332 Βλέποι: ἀντὶ τοῦ βλέμμα. οὕτωϲ Ἀριϲτοφάνηϲ. 333 βλεῖο: εὐκτικῶϲ. καὶ ζήτει τὸν κανόνα ἐν τῷ ἐμπλείμην. 334 Βλήδαϲ: ὄνομα Σκύθου. 335 Bλήτυρι: οὕτω λέγουϲι καὶ ϲκινδαψόν. εἰϲὶ δὲ παραπλήρωμα λόγων μὴ ἔχοντα λόγον. Ἰόβαϲ δὲ τὸν ϲκινδαψὸν ὄργανον μουϲικὸν ἀποδίδωϲι, τὸ δὲ βλίτυρι χορδῆϲ μίμημα. 336 Βληχὴ καὶ Βληχήματα: φωναὶ προβάτων. καὶ Βληχώμεν οι παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ· τουτέϲτι ποιᾷ φωνῇ χρώμενοι. βληχᾶϲθαι γὰρ τὸ τὰ προβάτια ποιά κεχρῆϲθαι φωνῇ. καὶ αὖθιϲ βληχὴ τὰ τέκνα καὶ οὐδαμῶϲ τοῦ τρόπου. 337 Βληχ ώδ ηϲ: πρόβαϲι τὸν νοῦν ὅμοιοϲ. μωρὸϲ δὲ ποιμὴν καὶ τὰ πάντα βληχώδηϲ πέμπειν ἔμελλεν. 338 Βλήχ ων: ἡ γλήχων. οὕτωϲ λέγεται παρὰ Ἀττικοῖϲ. ἔϲτι δὲ εἶδοϲ βοτάνηϲ. καὶ τὸ ἐφήβαιον Ἀριϲτοφάνηϲ οὕτωϲ ὀνομάζει.