Ancient Greek · ~3 min
1.3162 to 1.3171
Suda, Suidae lexicon 1.3162-3171
Not analysed yet
3162 Ἀπηνέμουϲ: μὴ ἔχονταϲ ἀνέμουϲ. 3163 Ἀπηνεώθη. ὠμὸϲ ἐγεγόνει. 3164 Ἀπηνἐϲτερον: ἀποτομώτερον. οὐκ ἔϲτιν ἀπηνὲϲ οὐδὲ μὴν ϲφαλερὸν ἐφ’ ἑαυτοῦ τὸ πήδημα. καὶ ἔδραϲεν ὅπερ εἶπεν. 3165 Ἀπήνεια: ἡ ἀπανθρωπία. 3166 Ἀπήνη: ἡ ἄμαξα. 3167 Ἀπήνη· χωρὶϲ γὰρ τοῦ περὶ τὸ ϲῶμα καὶ τὴν ἀπήνην κόϲμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸϲ θυϲίαν ἀργυρᾶ πάντα καὶ χρυϲᾶ ϲυνεξηκολούθει κατὰ τὰϲ ἐπιφανεῖϲ ἐξόδουϲ Αἰμιλία, τῇ τοῦ Σκιπίωνοϲ γαμετῇ. 3168 Ἀπηνήνατο: ἀπηρνήϲατο. παρφτήϲατο. οὐκ θέληϲεν. 3169 Ἀπηνθηκώϲ· τῶν Ἐλλήνων ἀπηνθηκότων, τὰ τῶν Χριϲτιανῶν προέκοπτεν. 3170 Ἀπηνήϲ: ὁ ϲκληρόϲ. λέγεται δὲ καὶ ὁ ἄποθεν τοῦ αἰνεῖϲθαι. 3171 Ἀπηνθράκιζεν: ὤπτα. τὰ γὰρ ἐξ ἀνθράκων γινόμενα, καλὰ γίνεται. Ἀριϲτοφάνηϲ· βοῦν ἀπηνθράκιζ’ ὅλον.