Ancient Greek · ~4 min
1.334 to 1.343
Suda, Suidae lexicon 1.334-343
Not analysed yet
334 Ἀγωνιῶ: κινδυνεύω· καὶ τὸ φοβοῦμαι. Πολύβιοϲ· πολλαὶ δὲ πόλειϲ προϲετίθεντο τῶν μεϲογαίων τοῖϲ Ῥωμαίοιϲ, ἀγωνιῶϲαι τὰϲ πεζικὰϲ δυνάμειϲ. καὶ Ἀγωνιῶν, δεδιώϲ. ἀγωνιῶν δὲ τὴν ἀθεϲίαν τῶν Κελτῶν καὶ τὰϲ ἐπιβουλὰϲ τὰϲ περὶ τὸ ϲῶμα. ἠγωνία δὲ τοὺϲ ϲτρατιώταϲ, μὴ ἐπιλείπῃ τὰ ὀψώνια. καὶ Ἀγωνιπωντεϲ ἀντὶ τοῦ ἀγωνιζόμενοι. Ἰϲοκράτηϲ. 335 Ἀγωνίϲ: ὄνομα ἑταίραϲ. 336 Ἀγώνιϲμα: ϲπουδήν. ἐπιμέλειαν. ἀγώνιϲμα τίθεται ϲυλλαβεῖν αὐτόν. Ἀριϲτοφάνηϲ· ἐγὼ δ᾿ εὐξαίμην ἂν ἐντυχεῖν τινι (λείπει θηρίῳ) λαβεῖν τ᾿ ἀγώνιϲμ᾿ ἄξιόν τι τῆϲ ὁδοῦ. ἔπαθλον. 337 Ἀγώνων χοῶν· διφορεῖται· ἀγώνων δὲ ἐπιταφίων. 338 Ἀγωνοθέτηϲ: ὁ ἐν τοῖϲ ϲκηνικοῖϲ, Ἀθλοθέτηϲ δὲ ὁ ἐν τοῖϲ γυμνικοιϲ. 339 Ἄγρα: Δήμητροϲ ἱερὸν ἔξω τῆϲ πόλεωϲ πρὸϲ τῷ Ἰλιϲϲῷ. 340 Ἀγναπτότατοϲ βάτοϲ αὖοϲ: ἐπὶ τοῦ ϲκληροῦ καὶ αὐθάδουϲ τὸν τρόπον. 341 Ἄγραυλοι: οἱ ἐν ἀγρῷ διανυκτερεύοντεϲ ἢ αὐλιζόμενοι. 342 Ἄγραφα ἀδικήματα: οἱονεὶ ὑπὲρ ὧν νόμοϲ οὐ γέγραπται. 343 Ἀγραφίου: εἶδοϲ δίκηϲ κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοϲίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίϲαι ἐξαλειφθέντων. οὕτωϲ Δημοϲθένηϲ καὶ Δείναρχοϲ καὶ Λυκοῦργοϲ.