Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.339
Not analysed yet
339 Bληχ ωνία· Ἀριϲτοφάνηϲ· ἆρ’ οὖν βλαβῆναι διὰ χρόνου τί ϲοι δοκῶ, ὦ δέϲποθ’ Ἑρμῆ, τῆϲ Ὀπώραϲ κατελάϲαϲ, οὔκ· εἴγε κυκεῶνοϲ ἐπιπίοιϲ βληχωνίαν. ϲχόλιον· καὶ γὰρ οἱ διὰ χρόνου ἐϲθίοντεϲ ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ ϲυνουϲιάζοντεϲ ϲυνεχῶϲ. ἐπεὶ οὖν ἐδόκει ἡ Ὀπώρα καὶ πόρνη, πρὸϲ ἀμφότερα ἔπαιζε. διὰ τοῦ β βληχωνίαν. οἱ δὲ πολλὴν ὀπώραν ἐϲθίοντεϲ, ἐὰν βληχωνίαν πίνωϲιν, οὐ βλάπτονται, διὰ τὸ ὑπὸ τοῦ ὀποῦ κατεϲθίεϲθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτηϲ ἀποϲτυφῇ, βλήχωνοϲ ἐλάμβανον. καὶ Βληχωνίαϲ, κυκεών.