Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.341
Not analysed yet
341 Γνώμην ἐμήν: ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν γνώμην καὶ οἴηϲιν. Γνώμη· παρὰ Σοφοκλεῖ γνώμη ἐν Αἴαντι Μαϲτιγοφόρῳ· γνώμαϲ βαλοῦϲα τῆϲ ἀνηκέϲτου χαρᾶϲ ἐπ᾿ ὄμμαϲι. χαράν φηϲι τὴν ἐπὶ τῷ δοκεῖν τοὺϲ Ἕλληναϲ ἀνηρῆϲθαι. ταύτηϲ οὖν τῆϲ χαρᾶϲ ἀπεῖρξα δυϲφόρουϲ γνώμαϲ ἐμβαλοῦϲα τοῖϲ ὄμμαϲιν. οὐκ ἔκλεψά φηϲι τὴν ὄψιν ὥϲτε μὴ ὁρᾶν· ἀλλ᾿ ἐπ᾿ αὐτῇ δύϲφορον γνώμην ἐπέβαλον ὡϲ οἴεϲθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆϲ διανοίαϲ.