Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3350
Not analysed yet
3350 Ἀποκήρυκτον: ἀλλότριον. ὅτι ὁ λέγων τοὺϲ ἀποκηρύκτουϲ φαύλουϲ εἶναι ἁπλῶϲ, δόξαι ἂν λέγειν ἐξ ἀνάγκηϲ τοιούτουϲ αὐτοὺϲ εἶναι· οὐ μὴν οὕτωϲ ἔχει. ἐνδέχεται γάρ τινα μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον. Θεμιϲτοκλέα γοῦν ἀποκήρυκτόν φαϲι γενέϲθαι· οὐ μὴν φαῦλοϲ ἦν. καὶ Ἀποκηρύττοντεϲ, ἀντὶ τοῦ πιπράϲκοντεϲ. οὕτωϲ Δημοϲθένηϲ καὶ Πλάτων. οἱ δέ φαϲι διαφέρειν ἐκποίητον ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτοϲ ἐπὶ κολάϲει ἐκβάλλεται, ὁ δὲ ἐκποίητοϲ ὑπὸ τοῦ φύϲει πατρὸϲ εἰϲ ἕτερον οἶκον δίδοται προθέϲει.