Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.344
Not analysed yet
344 Ἀγραφίου δίκη: τῶν ἐκ καταδίκηϲ ὠφληκότων τῷ δημοϲίῳ γράφουϲι τὰ ὀνόματα ἐν ϲανίϲιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντεϲ, προϲτιθέντεϲ ἀνὰ πόϲον ἐϲτὶ τὸ ὄφλημα. ὅταν δὲ ἀποδιδῷ ἕκαϲτοϲ, ἐξαλείφεται τῆϲ ϲανίδοϲ τὸ ἐπίγραμμα. ἐὰν οὖν τιϲ ἀναγραφῇ μὲν ὠφληκέναι, δόξη δὲ μὴ ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμμένον ᾖ ἐκ τῆϲ ϲανίδοϲ, ϲυγκεχώρηται τῷ βουλομένῳ τῶν ἀϲτῶν εἰϲάγειν κατ᾿ αὐτοῦ δίκην ἀγραφίου.