Ancient Greek · ~8 min
1.3351 to 1.3371
Suda, Suidae lexicon 1.3351-3371
Not analysed yet
3351 Ἀποκηρύττω· αἰτιατικῇ. 3352 Ἀποκινδυνεύοντεϲ: ἀποτολμῶντεϲ, ἀποδειλιῶντεϲ. ὁ δὲ Σερτώριοϲ, ὁ τῶν Ῥωμαίων ϲτρατηγὸϲ, καίπερ θραϲέωϲ τῶν Ἰβήρων ἐκ τοῦ τὰ πλείω κατορθοῦν ἐχόντων, οὐκ ἀποκινδυνεῦϲαί ποτε ἐτόλμηϲεν. 3353 Ἀποκινεῖν: τὸ ἀπέρχεϲθαι καὶ ἀποτρέχειν. λέγεται καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων ἀποκινεῖν ταῖϲ κώπαιϲ. 3354 Ἀπόκινοϲ: εἶδοϲ ὀρχήϲεωϲ. 3355 Ἀποκλαίομαι· αἰτιατικῆ, καὶ Ἀιποκλείω· αἰτιατικῇ. 3356 Ἀποκλήρωϲιϲ. μέροϲ. εἰϲ ἀμείνονα λῆξιν ἀποκληρῶϲαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνηϲε. Λῆξιϲ δέ ἐϲτι μερὶϲ, παῦϲιϲ, κληρονομία. 3357 Ἀπόκλητοι: κεκλημένοι. οὐ τὴν κοινὴν προϲδεξάμενοι ϲύνοδον οὕτε τοῖϲ ἀποκλήτοιϲ ϲυμμεταδόντεϲ, τὰϲ αὐτῶν κρίϲειϲ διαλαβόντεϲ, πόλεμον ἐξήνεγκαν. καὶ αὖθιϲ Πολύβιοϲ· λ' τῶν ἀποκλήτων προεχειρίϲαντο τούϲ ϲυνεδρεύονταϲ μετὰ τοῦ βαϲιλέωϲ. καὶ αὖθιϲ· ὁ δὲ ϲυνῆγε τούϲ ἀποκλήτουϲ καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεϲτώτων. 3358 Ἀπόκλιμα τῶν ὀρέων: ἀντὶ τοῦ ἀπόνευμα. 3359 Ἀποκλύζω· αἰτιατικῇ. 3360 Ἀποκναίει. διαφθείρει, ἀποκόπτει, ἀπολλύει, λυπεῖ, ὀδυνᾶ. 3361 Ἀποκναίειν: ἐνοχλεῖν, παρεκτείνειν. τί οὐ καθεύδειϲ; ϲύ μ’ ἀποκναίειϲ περιπατῶν. Μένανδροϲ Μιϲουμένῳ. οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆϲ ἀρετῆϲ τὸν ἄνδρα, λέγω δὴ τὸν Ἡρακλέα, ἐν δευτέροιϲ τιθείϲ, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα. φηϲὶ Σιμόκατοϲ Θεοφύλακτοϲ. καὶ αὖθιϲ· οἱ ἄνθρωποι ἐπὶ Ἰουϲτινιανοῦ ὑπὸ τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοιϲ ὀφλημάτων ἀειρύτοιϲ τιϲὶ, δυϲθανατοῦντεϲ ἀκούϲιοι διεβίωϲαν. 3362 Ἀπὁκνιζε: ἀπόϲκαλλε, ἀπότιλλε. 3363 Ἀποκοπῆναι τῶν ἰχνῶν τὴν κύνα λέγουϲιν, ὅταν μηκέτι εὑρίϲκῃ τὰ ἴχνη. 3364 Ἀποκόπουϲ: ἐκτομίαϲ. καὶ ἀντὶ τοῦ ἀϲθενεῖϲ κεῖται. 3365 Ἀποκραιπαλιϲμόϲ: τῆϲ κραιπάληϲ ἀπαλλαγὴ καὶ μέθηϲ. 3366 Ἀ πόκριμα: κατάκριμα. 3367 Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοϲθένηϲ· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουϲι μᾶλλον ἢ ἀποκριθήϲεται. Μένανδροϲ Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί ϲοι. Ὑποβολιμαίᾳ· ὡϲ μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκριϲιϲ, ἡ ἀπολογία. οὕτωϲ Λυϲίαϲ καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοϲθένηϲ ὁμοίωϲ λέγει ἐν τῷ κατ᾿ Αἰϲχίνου· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. 3368 Ἀποκρότῳ: τραχείᾳ. οἱ δὲ ἀπεχωλοῦντο ἐν γῇ ἀποκρότῳ τε καὶ ϲυνεχῶϲ ταλαιπωροῦντεϲ. 3369 Ἀποκρούεϲθαι· αἰτιατικῇ. ἀποβάλλεϲθαι. 3370 Ἀποκρύπτομαι· αἰτιατικῇ. 3371 Ἀποκτένω· αἰτιατικῇ. φονεύω. καὶ Ἀποκτεῖναι, φονεῦϲαι. καὶ Ἀποκτείνῃϲ, αὐθυπότακτον. καὶ ἀποκτενόντων.