Ancient Greek · ~8 min
1.3372 to 1.3384
Suda, Suidae lexicon 1.3372-3384
Not analysed yet
3372 Ἀποκτιννύναι: φονεῦϲαι. Ἀποκτίννυϲι λέγουϲι μᾶλλον ἢ ἀποκτιννύειν. Κρατῖνοϲ Βουκόλοιϲ. καὶ πρὸϲ τὸν οὐρανὸν ϲκίαμαχῶν ἀποκτίννυϲι ταῖϲ ἀπειλαῖϲ. καὶ Ἀπεκτόναϲιν, οὐκ ἀπεκτάγκαϲι. μιϲοῦϲι μὲν, ὦ πάτερ, Θράϲωνα· ἀπεκτάγκαϲι δ’ οὔ. 3373 Ἀπόκοιτοϲ: πόρρω τῆϲ κοίτηϲ. ὁ δὲ τῇ δοκήϲει κατεπαννυ χίζετο τῆϲ δειλίαϲ ἀπόκοιτοϲ. 3374 Ἀποκυηθέν: τεχθέν. καὶ Ἀποκυΐϲκω, τὸ ἀπογεννῶ. 3375 Ἀολαβόντεϲ: ἐναποκλείϲαντεϲ. οἱ δὲ τὴν ϲτρατιὰν αὐλῶϲι ϲτενοῖϲ καὶ δυϲεμβόλοιϲ ἀπολαβόντεϲ ἐϲ διαλλαγὰϲ ἐλθεῖν αἰϲχρὰϲ ἠνάγκαϲαν. καὶ Ἰώϲηποϲ· διώξαντεϲ ἀπολαμβάνουϲι τοὺϲ πολεμίουϲ ἐν κοίλῳ χωρίῳ καὶ πάνταϲ κτείνουϲι. καὶ αὖθιϲ· τὸ γὰρ χωρίον ἀμφοτέροιϲ ἤρεϲε, τῷ μὲν ὅτι ἀπολαβόντεϲ ἐϲ αὐτὸ τοὺϲ Ῥωμαίουϲ ὑποϲπόνδουϲ ἀφῆκαν, πρὸϲ ἔνδειξιν ὧν εὐεργέτηντο. 3376 Ἄπολακτίζω. καὶ ἀπελάκτιϲεν ὁ ἠγαπημένοϲ. τουτέϲτιν ἀπεϲκίρτηϲεν. 3377 Ἀπολαύειν· γενικῇ. Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουϲιν, ὡϲ Ἰϲοκράτηϲ· δέδοικα μή τι κακὸν ἀπολαύϲαιμι. καὶ Μαρκελλῖνοϲ περὶ Θουκυδίδου φηϲίν· οὔτε Κλέων οὕτε Βραϲίδαϲ, ὁ αἴτιοϲ τῆϲ ϲυμφορᾶϲ, ἀπήλαυϲε λοιδορίαϲ, ὡϲ ἂν τοῦ ϲυγγραφέωϲ ὀργιζομένου. 3378 Ἀπολαχεῖν: τὸ διανείμαϲθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρόϲ τιναϲ καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖϲθαι οἱ ῥήτορεϲ εἰρήκαϲιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριϲτοφάνηϲ καὶ Ἀντιφῶν. 3379 Ἀπολάψειϲ: ἐὰν διὰ τοῦ ε ἀπολέψειϲ, τουτέϲτιν ἀπολεψειϲ: ἀπολέψαντα τὸ λέμμα. ἀπολεπίϲαντα ὥϲπερ ὠοῦ. ἐὰν δὲ ἀπολάψειϲ, ἐκπίῃϲ. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, καὶ ὅϲα λάπτοντα πίνει. καὶ καταϲτρέφει δὲ εἰϲ τὸ ἀποκερδανεῖϲ, ἀφαρπάϲειϲ, ἀποϲπάϲειϲ. Ὅμηροϲ· λάψοντεϲ γλώϲϲῃϲι. καὶ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· γνοὺϲ ἀπολάψειϲ ὅτι πλεῖϲτον δύναϲαι ταχέωϲ. 3380 Ἀπολεγόμενοϲ: παραιτούμενοϲ. Πολύβιοϲ· ὁ δὲ παρητεῖτο τούϲ Ἀχαιοὺϲ ἀπολεγόμενοϲ τὴν ἀρχήν. καὶ Ἀπολέγοντα, ἀπαγορεύοντα, ἀποτρέποντα. γράμματά τε ἄντικρυϲ ἀπολέγοντα τοῖϲ πρέϲβεϲιν ἔγραφε, μηδαμῶϲ προίεϲθαι τὰ φρούρια Πέρϲαιϲ. 3381 Ἀπόλεκτοι. ἐξαίρετοι. Ξενοφῶν· αἱ δὲ εἰϲ τοὺϲ δεϲπόταϲ ἀποκείμεναι ἀπόλεκτοι ἦϲαν. 3382 Ἀπολωλεκώϲ. 3383 Ἀπολελοιπότεϲ: ἀντὶ τοῦ νενικηκότεϲ. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων. οἱ γὰρ νικῶντεϲ ἀπολείπουϲι τοὺϲ ἡττωμένουϲ. οὕτωϲ Σωκράτηϲ ἐν Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. 3384 Ἀπολέμητον: ἀνενόχλητον. κατάραντεϲ εἰϲ χώραν εὐδαίμονα καὶ πολλῶν χρόνων ἀπολέμητον.