Ancient Greek · ~4 min
1.3385 to 1.3396
Suda, Suidae lexicon 1.3385-3396
Not analysed yet
3385 Ἀπόλεμοϲ: ὁ μὴ ἰϲχύων ἢ εἰδὼϲ πολεμεῖν. ἀπόλεμοϲ γὰρ ἦν, καὶ ὑπὸ νόϲου ποδάγραϲ οὔτε οἱ πόδεϲ οὕτε αἱ χεῖρεϲ ἐτύγχανον ἄρτιοι. τίθεται δὲ καὶ ἐπὶ τῶν μηδεμίαν πρόφαϲιν ἐχόντων πολέμου, δραϲάντων δὲ τὰ πολεμίων. 3386 Ἀπολέψειϲ· ζήτει ἐν τῷ ἀπολάψειϲ ὀπίϲω. 3387 Ἀπολέξαι. 3388 Ἀπὸλεπτοῦ μίτου τὸ ζῆν ἠρτῆϲθαι. τοῖϲ οὖν ἐν τῷ τοιῷδε πλέουϲιν ἀπὸ λεπτοῦ μίτου φαϲὶν ἠρτῆϲθαι τὸ ζῆν. ἡ παροιμία ἐπὶ τῶν ἐν ἐϲχάτοιϲ κινδύνου ὄντων. 3389 Ἀπολείπομαι καὶ ἀπολειπόμεθα· γενικῇ. ἐπὶ δὲ μέλλοντοϲ ι. 3390 Ἀπολείπουϲιν· ἀλλὰ καὶ ἀπολιμπάνουϲι παρὰ Λυϲίᾳ. 3391 Ἀπόληγε. παύου. 3392 Ἀπολιβάξειϲ. ϲυντόμωϲ ἀναχωρήϲειϲ. λιβὰϲ γὰρ ἡ ϲταγὼν, ἧϲ οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· οὐκ ἀπολιβάξειϲ, ὧ κάκιϲτ’ ἀπολούμενοϲ. 3393 Ἀπολιγαίνει: θορυβεῖ, ὀξέωϲ βοᾷ. παρὰ τὸ λιγύ. Ἀριϲτοφάνηϲ· ἢν δ’ ἀπολιγαίνῃ, τοὺϲ ἀγορανόμουϲ καλῶ. ἀντὶ τοῦ τοὺϲ ἱμάνταϲ, οὓϲ οἱ ἀγορανόμοι ἔχοντεϲ ἔτυπτον. 3394 Ἀπόλιδαϲ. ἀγεννεῖϲ, ὡϲ μὴ οἰκοῦνταϲ ἐν πόλει, ἀπαιδεύτουϲ. 3395 Ἄπολιϲ: ζήτει ἐν τῷ Γενέθλιοϲ. 3396 Ἀπολιμ πάνομαι· γενικῇ. Ἀπολιμ πάνω δὲ αἰτιατικῇ ἐπὶ τοῦ ἐνεργητικοῦ.