Ancient Greek · ~8 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3397
Not analysed yet
3397 Ἄπολινάριοϲ, Λαοδικεὺϲ τῆϲ Συρίαϲ, γεγονὼϲ ἐν ἡμέραι Κωνϲταντίου καὶ Ἰουλιανοῦ τοῦ Παραβάτου καὶ ἕωϲ τῆϲ ἀρχῆϲ Θεοδοϲίου τοῦ μεγάλου, ϲύγχρονοϲ Βαϲιλείου καὶ Γρηγορίου, τῶν ἐκ Καππαδοκίαϲ θαυμαζομένων. ἐγένετο δὲ καὶ γνώριμοϲ ἀμφοτέρων καὶ Λιβανίου τοῦ ϲοφιϲτοῦ καὶ ἄλλων τινῶν. οὗτοϲ οὐ μόνον γραμματικὸϲ καὶ τὰ ἐϲ τὴν ποίηϲιν δεξιόϲ, ἀλλὰ πολλῷ πλείω καὶ ἐϲ φιλοϲοφίαν ἐξήϲκητο καὶ ῥήτωρ ἦν ἀμφιδέξιοϲ. οὗτοϲ ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυϲϲεβοῦϲ τόμουϲ λ΄, καὶ δι’ ἡρώων ἐπῶν πᾶϲαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε δὲ ἐπιϲτολὰϲ καὶ ἄλλα πολλὰ εἰϲ τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε Ἀπολιναρίου καὶ Φιλοϲτόργιοϲ μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱϲτορίᾳ καί φηϲιν· Ἀπολινάριοϲ γὰρ ἤκμαζε κατ’ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν τῆ Λαοδικείᾳ τῆϲ Συρίαϲ, καὶ Βαϲίλειοϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ, καὶ Γρηγόριοϲ ἐν τῆ Nαζιανζῷ· ϲταθμὸϲ δὲ οὗτοϲ ὁ τόποϲ ἐϲτὶ τῆϲ αὐτῆϲ Καππαδοκίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προὐμάχουν κατὰ τοῦ ἑτεροουϲίου, μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παρ’ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ ἐπιπλεῖϲτον οὗτοι προεληλύθειϲαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε αὐτῶν ὁ Ἀπολινάριοϲ. οὗτοϲ γὰρ δὴ καὶ τῆϲ Ἑβροΐδοϲ διαλέκτου ἐπαίειν οἰόϲ τ’ ἦν. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδοϲ τῆϲ λέξεωϲ μακρῷ ἄριϲτα εἷχε, Βαϲίλειοϲ δὲ πανηγυρίϲαι λαμπρότατοϲ ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἷχεν ὁ λόγοϲ· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότεροϲ, Βαϲιλείου δὲ ϲταθερώτεροϲ. τοϲαύτηϲ δὲ αὐτοῖϲ ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεωϲ οὔϲηϲ, καὶ τὸ ἦθοϲ οὐδὲν ἧττον οἱ ἄνδρεϲ παρείχοντο πρὸϲ τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥϲτε καὶ οἷϲ ὡρῶντο καὶ οἶϲ ἔλεγον καὶ ὁπόϲα γράφοντεϲ διεδίδοϲαν, διὰ πάντων ᾕρουν εἰϲ τὴν ἑαυτῶν κοινωνίαν τοὺϲ καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέϲτερον ἁλίϲκεϲθαι δυναμένουϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἔγραψεν.