Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3398
Not analysed yet
3398 Ἀπολινάριοϲ· οὗτοϲ ἀνεφάνη μετὰ Παῦλον τὸν Σαμοϲατέα, πρόεδροϲ Λαοδικείαϲ τῆϲ Συρίαϲ, ματαιοφροϲύνηϲ ἑτέραϲ ἡγηϲάμενοϲ. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ κυρίου ϲάρκα, αὐτὸϲ ἔφη, ὅτι ϲάρκα μὲν ἐμψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριοϲ, νοῦν δὲ τὸν ἡμέτερον οὐ προϲήκατο. μηδὲ γὰρ δεηθῆναί φηϲι τὴν ϲάρκα ἐκείνην ἀνθρωπείου νοὸϲ, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότοϲ θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτῇ ἄλλην δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενοϲ διατείνεται μίαν εἶναι φύϲιν τοῦ λόγου καὶ τῆϲ ϲαρκὸϲ, ὡϲ ἅτε τῆϲ ϲαρκὸϲ ἀτελοῦϲ οὔϲηϲ εἰϲ τὸ εἶναι ἄνθρωπον, διὰ τοῦτο μὴ ἄξιον φύϲιν ὀνομάζεϲθαι. μεθ’ ὃν ἀναφαίνεται Θεόδωροϲ, ὁ Μοψουεϲτίαϲ πρόεδροϲ τῆϲ Κιλικίαϲ. ἐγένοντο δὲ Ἀπολινάριοι δύο, πατὴρ καὶ υἱόϲ. ὁ μὲν πατὴρ Ἀλεξανδρεύϲ· γήμαϲ δὲ εἰϲ Λαοδίκειαν τῆϲ Συρίαϲ ἴϲχει υἱὸν Ἀπολινάριον. ἄμφω δὲ ϲυνήκμαζον Ἐπιφανίῳ τῷ ϲοφιϲτῇ, ὃν ἀκμάζοντα τότε ἠϲπάζοντο. ΘεόΚιλικίαϲ δοτοϲ δὲ, ὁ τῆϲ Λαοδικείαϲ ἐπίϲκοποϲ, μηδενὶ τρόπῳ ἀποϲπάϲαι αὐτοὺϲ ἐξ αὐτοῦ δυνηθεὶϲ ἄμφω τῆϲ κοινωνίαϲ ἐζημίωϲεν. ὕβριν τε ἡγεῖται ὁ παῖϲ Ἀπολινάριοϲ τὰ γενόμενα καὶ τῇ ἐννοίᾳ τοῦ ϲοφιϲτικοῦ θαρρῶν καινοτομεῖ καὶ αὐτὸϲ αἵρεϲιν, νῦν ἐπιπολάζει, τὸ ὄνομα τοῦ εὑρόντοϲ ἔχουϲα. οἱ δέ φαϲι διενεχθῆναι αὐτοὺϲ πρὸϲ Γεώργιον, ἑώρων γὰρ αὐτὸν ἀλλόκοτα δογματίζοντα. οὗτοϲ δὲ ὁ Ἀπολινάριοϲ βαθμοὺϲ ἐπὶ τῆϲ θείαϲ φύϲεωϲ δοξάζειν ἐτόλμηϲε καὶ μύθουϲ τινὰϲ ταῖϲ θείαιϲ ἐπαγγελίαιϲ ϲυνέζευξεν.