Ancient Greek · ~6 min
1.3399 to 1.3414
Suda, Suidae lexicon 1.3399-3414
Not analysed yet
3399 Ἀπολιταργιεῖϲ: ἀποδραμῇ, ἀποϲκιρτήϲειαϲ ἀπὸ τῆϲ θύραϲ. ἕνεϲτι δὲ ἐν τῆ λέξει τὸ ἀργὸν, ὅπερ ἐϲτὶ τὸ ταχὺ, καὶ τὸ λίαν. οὐ ταχέωϲ οὖν, φηϲὶν, ἀποδραμῇ λιταργιϲμοὺϲ δὲ ἐκάλουν καὶ τὰ ϲκιρτήματα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὔκουν ἀνύϲαϲ τι θᾶττον ἀπολιταργιεῖϲ ἀπὸ τῆϲ θύραϲ, ἔϲτι καὶ Ἀπολιταργεῖν. 3400 Ἀπολογίζω: τὸ ἀποδιώκω καὶ ἀποβάλλω ὅπερ οὐ προϲδέχομαι. ϲημαίνει δὲ καὶ τὸ ἀπολογαριάζω. καὶ Ἀπολογίϲαϲθαι, τὸ ἐπεξελθεῖν ἕκαϲτα. Δημοϲθένηϲ. 3401 Ἀπολογιϲμόϲ Πολύβιοϲ· ὁ δὲ Ξάνθιπποϲ παραγενόμενοϲ εἰϲ χεῖραϲ ἔφερε τοῖϲ ἄρχουϲι τοὺϲ ἀπολογιϲμοὺϲ, παρὰ τί νῦν ϲφαλείηϲαν, καὶ πῶϲ δύναιντο τοὺϲ ἐναντίουϲ νικᾶν. 3402 Ἀπόλογοϲ Ἀλκίνου. ἐπὶ τῶν φλυαρούντων καὶ μακρὸν ἀποτεινόντων λόγον. 3403 Ἀπολογοῦμαί ϲοι· δοτικῇ. 3404 Ἀπολλόδωροϲ, Ἀθηναῖοϲ, κωμικόϲ. ἐποίηϲε δράματα μζ΄, ἐνίκηϲεν ε΄. 3405 Ἀπολλόδωροϲ, Γελῷοϲ, κωμικὸϲ, ϲύγχρονοϲ τοῦ κωμικοῦ Mενάνδρου. δράματα αὐτοῦ Ἀποκαρτερῶν ἢ Φιλάδελφοι, Δευϲοποιὸϲ, Ἱέρεια, Γραμματόδειπνοϲ, Ψευδαίαϲ, Σίϲυφοϲ, Αἰϲχρίων. 3406 Ἀπολλόδωροϲ, Ταρϲεὺϲ, τραγικόϲ, δράματα αὐτοῦ Ἀκανθοπλὴξ, Τεκνοκτόνοϲ, Ἕλληνεϲ, Θυέϲτηϲ, Ἱκέτιδεϲ, Ὀδυϲϲεύϲ. 3407 Ἀπολλόδωροϲ, Ἀϲκληπιάδου, γραμματικὸϲ, εἰϲ τῶν Παναιτίου τοῦ Ῥοδίου φιλοϲόφου καὶ Ἀριϲτάρχου τοῦ γραμματικοῦ μαθητῶν, Ἀθηναῖοϲ τὸ γένοϲ· ἦρξε δὲ πρῶτοϲ τῶν καλουμένων τρατιάμβων. 3408 Ἀπολλοκράτηϲ: ὄνομα κύριον. 3409 Ἀπολλοφάνηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ. δράματα αὐτοῦ Δάλιϲ, Ἰφιγέρων, Κρῆτεϲ, Δανάη, Κένταυροι. 3410 Ἀπολώλαμεν καὶ Ἀπολώλαϲιν Ἀττικῶϲ. Ἀπολώλειϲαν δὲ ὑπερϲυντελικόϲ. 3411 Ἀπόλλων, Ἀπόλλωνοϲ. καὶ ἡ κλητικὴ, ὦ Ἄπολλον. ὅτι ὁ Suid. Ἀπόλλων ὑποφήτηϲ ἐϲτὶ τοῦ πατρὸϲ καὶ παρ’ ἐκείνου λαμβάνει τὰϲ μαντείαϲ καὶ τοῖϲ ἀνθρώποιϲ ἐκφέρει. καὶ ζήτει ἐν τῷ Διὸϲ φήμη. 3412 Ἀπολωλεκώϲ: ἀπολέϲαϲ. καὶ Ἀιπολώλεκεν. 3413 Ἀπολωλώϲ· ἀρϲενικῶϲ. καὶ Ἀπολωλόϲ, οὐδετέρωϲ. 3414 Ἀπολλώνεια ἔργα. τοῦ Ἀπόλλωνοϲ.