Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3415
Not analysed yet
3415 Ἀπολλωνιάϲ, Ἀττάλου, τοῦ πατρὸϲ Εὐμένουϲ τοῦ βαϲιλέωϲ, γαμετή· ἥτιϲ δημότιϲ οὖϲα βαϲίλιϲϲα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆϲ τελευταίαϲ ἡμέραϲ, οὐχ ἑταιρικὴν προϲφερομένη πιθανότητα, ϲωφρονικὴν δὲ καὶ πολιτικὴν ϲεμνότητα καὶ καλοκἀγαθίαν. τέτταραϲ γὰρ υἱοὺϲ γεννήϲαϲα πρὸϲ πάνταϲ τούτουϲ ἀνυπέρβλητον ἐφύλαξεν εὔνοιαν καὶ φιλοϲτοργίαν μέχρι τελευτῆϲ, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώϲαϲα τἀνδρόϲ. πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήϲαντο φήμην, ἀποδιδόντεϲ τῇ μητρὶ τὴν καθήκουϲαν χάριτα καὶ τιμήν. ἄγοντεϲ γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέϲην αὐτῶν τὴν μητέρα παρῄεϲαν τά θ’ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆϲ θεραπείαϲ. ἐφ’ οἶϲ οἱ θεώμενοι μεγάλωϲ τοὺϲ νεανίϲκουϲ ἀπεδέχοντο καὶ κατηξίουν, καὶ μνημονεύοντεϲ τῶν περὶ Κλέοβιν καὶ Βίτωνα ϲυνέκρινον τὰϲ αἱρέϲειϲ αὐτῶν, καὶ τὸ τῆϲ προθυμίαϲ τῆϲ ἐκείνων λαμπρὸν τῷ τῆϲ ὑπεροχῆϲ τῶν βαϲιλέων ἀξιώματι ϲυναναπληροῦντεϲ. ταῦτα ἐτελέϲθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυϲιν τὴν πρὸϲ Προυϲίον τὸν βαϲιλέα.