Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3459
Not analysed yet
3459 Ἀπ’ ὅνου καταπεϲών: παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοιϲ χρῆϲθαι. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· τί δῆτα ληρεῖϲ, ὥϲπερ ἀπ’ ὄνου καταπεϲών; ὁ δὲ φιλόϲοφοϲ Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγεϲθαι, ἀλλ’ ἀπὸ τοῦ νοῦ οὕτωϲ· καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ ϲτόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινοϲ νοῦ καταπεϲεῖν.