Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3460
Not analysed yet
3460 Ἀπόνοια. ἄνοια, ὕβριϲ. Προκόπιοϲ· ἀδικούμενοι εἰώθαϲιν εἰϲ ἀπόνοιαν τρέπεϲθαι οἱ ἄνθρωποι, ὅπερ ἔπαθον καὶ οἱ Βένετοι ἐπὶ Ἰουϲτινιανοῦ. καὶ πρῶτα μὲν τοῖϲ ϲταϲιώταιϲ τὰ ἀμφὶ τὴν κόμην ἐϲ νεώτερόν τινα παραβέβληται τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίωϲ τοῖϲ ἄλλοιϲ. τοῦ μὲν γὰρ μύϲτακοϲ καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν ἐπὶ πλεῖϲτον ὥϲπερ οἱ Πέρϲαι ἐϲ ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροϲθεν ἄχρι ἐϲ τοὺϲ κροτάφουϲ ἀποτεμνόμενοι, τὰ ὄπιϲθεν ἀποκρέμαϲθαί ϲφιϲιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡϲ οἱ Μαϲϲαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο τὸ αὐτὸ εἶδοϲ. καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθιϲ Ἰουλιανόϲ· τὸ μὴ προιδέϲθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμαϲι τῆϲ ἐϲχάτηϲ ἀπονοίαϲ ἐϲτὶ ϲημεῖον.