Ancient Greek · ~3 min
1.3461 to 1.3467
Suda, Suidae lexicon 1.3461-3467
Not analysed yet
3461 Ἀπονυχιῶ ϲου τἀν πρυτάνῃ ϲιτία. ἀντὶ τοῦ ἀφαιρήϲομαι· ἀπὸ μεταφορᾶϲ τῶν ὀνυχιζομένων. ἀφαιρήϲομαι γάρ φηϲι τὴν ϲίτηϲιν. Ἀπονυχίϲαι μᾶλλον λέγουϲιν ἢ ὀνυχίϲαι. 3462 Ἀποξένοιϲιν: ἀπὸ τοῖϲ ξένοιϲ. 3463 Ἀποξύονται: ἀποτίθενται. 3464 Ἀπὸξυϲτοῦ· ὁ δὲ Ὅμηροϲ ἀπὸ ξυϲτοῦ εἶπεν. 3465 Ἀποξυϲτροῦνται: ἐπικάμπτονται, ἐπιϲτρέφονται. Πολύβιοϲ· αἱ γὰρ μάχαιραι τῶν Γαλατῶν ταῖϲ καταϲκευαῖϲ μίαν ἔχουϲιν τὴν πρῴτην καταφορὰν καιρίαν, ἀπὸ δὲ ταύτηϲ εὐθέωϲ ἀποξυϲτροῦνται, καμπτόμεναι κατὰ μῆκοϲ καὶ πλάτοϲ ἐπὶ τοϲοῦτον ὥϲτε, ἂν μὴ δῷ τιϲ ἀναϲτροφὴν τοῖϲ χρωμένοιϲ ἐρείϲανταϲ πρὸϲ τὴν γῆν ἀπευθῦναι τῷ ποδὶ, τελέωϲ ἄπρακτον εἶναι τὴν δευτέραν αὐτῶν πληγήν. 3466 Ἀποπάλλω· γενικῇ. 3467 Ἀπὸ παραγγέλϲεωϲ· οἱ δὲ ἀπὸ παραγγέλϲεωϲ πορευόμενοι ἀφικνοῦνται ἄμα ἡμέρᾳ πρὸϲ τὸ ὄροϲ.