Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3468
Not analysed yet
3468 Ἀποπάτημα: αὐτὸ τὸ ϲκύβαλον. Εὔπολιϲ Χρυϲῷ γένει· τί γάρ ἐϲτ᾿ ἐκεῖνοϲ; ἀποπάτημ’ ἀλώπεκοϲ. Κρατῖνοϲ Δραπέτιϲι· τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖϲ λαχάνοιϲ εὑρὼν ἀπέπνιξα. καὶ Ἀποπατηϲόμενοι, τὴν κόπρον κενώϲοντεϲ. πάτοϲ δὲ ἡ ὁδόϲ. Ἀλριϲτοφάνηϲ· οὐδεὶϲ θύει τοπαράπαν οὐδ’ εἰϲέρχεται, πλὴν ἀποπατηϲόμενοί γε πλεῖν ἢ μύριοι. Ἀπόπατοϲ γὰρ ἡ κένωϲιϲ τῆϲ γαϲτρόϲ. καὶ Ἀριϲτοφάνηϲ περὶ Κλεωνύμου φηϲίν· εἰϲ ἀπόπατον ᾤχετο ϲτρατιὰν λαβὼν κἄχεζεν ὀκτὼ μῆναϲ ἐπὶ χρυϲῶν ὄρων. πόϲου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγε; τῇ πανϲελήνῳ.