Ancient Greek
1.3469 to 1.3489
Suda, Suidae lexicon 1.3469-3489
Not analysed yet
3469 Ἀπόπατον καὶ κοπρῶνα λέγουϲιν. ὁ δ᾿ ἀφεδρὼν καὶ λυτρώνων βάρβαρα. 3470 Ἀποπέμψατ᾿ ἐφ᾿ ἕνδεκα κώπαιϲ· αἰτιατικῇ. ἀπὸ τῶν ναυτικῶν. κέλευϲμα γάρ ἐϲτι ναυτικὸν ἐφ᾿ ἕνδεκα κώπαιϲ λεγόμενον. Ἀριϲτοφάνηϲ φηϲίν. 3471 Ἀπὸ πέντε ἅλλεϲθαι πετρῶν εἰϲ κῦμα: ἐπὶ τῶν δι’ ἃ πάϲχουϲιν αἱρουμένων μᾶλλον ἑαυτοὺϲ ἐμβάλλειν εἴϲ τινα δυϲκολίαν. 3472 Ἀποπεπιϲτευκότεϲ: εἰϲ πίϲτιν ἐλθόντεϲ. ἤδη πάντεϲ ἀναπεπτώκαϲι διὰ τὴν ὑποκειμένην ἑορτὴν ἀποπεπιϲτευκότεϲ τοῖϲ εἰϲιοῦϲιν. ἀντὶ τοῦ θαρρήϲαντεϲ, βεβαιωθέντεϲ. 3473 Ἀποπεπόνηκαϲ: τῶν πόνων ἔληξαϲ. 3474 Ἀποπερατοῦϲαν: ϲυμπληροῦϲαν. καὶ Ἀποπεραίνοντεϲ, τελειοῦντεϲ. παιδαρίων τε καὶ γυναικῶν φληνάφουϲ διαπλέκοντεϲ καὶ ἀποπεραίνοντεϲ. 3475 Ἀποπεφαϲμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτωϲ Δείναρχοϲ καὶ Λυϲίαϲ καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Nεαίραϲ. 3476 Ἀποπεροίτηκεν: ἀπῆλθεν. 3477 Ἀπόπειρα. δοκιμαϲία. Δαμάϲκιοϲ· τῷ γὰρ ὄντι ϲυνέβαινε τοὺϲ τῷ ὄντι φιλοϲοφίαϲ ἐρῶνταϲ τῶν νέων ὥϲπερ ἐν πυρὶ χρυϲὸν δοκιμάζεϲθαι. εἰ δὲ μὴ ὡμολόγει τὴν ἀπόπειραν, αὐτὸ τοῦτο μάλιϲτα δι’ ἣν ἡ ἀπόπειρα, ϲπουδή τιϲ εἶναι προϲποιουμένη καὶ ἐλλοχῶϲα τὰϲ νεοπρεπεῖϲ ἀττούϲαϲ κινήϲειϲ. ἐμὲ γοῦν διεκώλυεν ὡϲ χαλεπωτάτου ὄντοϲ τοῦ πράγματοϲ. καὶ Ἀποπειρῶμαι· γενικῇ. 3478 Ἀποπηδῶ· γενικῇ. καὶ αἰτιατικῇ δέ· ἀποπηδᾶν λόγον ϲοφὸν μὴ δυνάμενον παρὰ δῆμον. 3479 Ἀποπλανῶ γενικῇ. 3480 Ἀποπληξία: θλίψιϲ. μανία, ἄνοια. ὅτι Μάρκοϲ Βῆροϲ, Ἀντωνίνου ἀδελφὸϲ, βαϲιλεὺϲ Ῥωμαίων, ἀδοκήτωϲ διαφθείρεται, πλήθουϲ ἰχῶρόϲ τε καὶ πνεύματοϲ ἐπιϲχόντοϲ οἱ τὴν ἀναπνοήν· ὃ δὴ πάθοϲ ἀποπληξίαν παῖδεϲ ἰατρῶν ὀνομάζουϲι. καὶ Ἀπόπληκτοϲ, ὁ πεπονθώϲ. 3481 Ἀποπλήϲαϲ· ἑνί γε τρόπῳ τὸν προϲδιαλεγόμενον ἀποπλήϲαϲ ἐξέπεμπεν. 3482 Ἀποπνέω· γενικῇ. Ἀποπνεῖν καὶ διαπνεῖν τὸ πέρδεϲθαι, εὐϲχημονέϲτερον τοῦ ἀποψοφεῖν. 3483 Ἀποπομπαῖοϲ: ὁ χίμαροϲ, ὁ τράγοϲ. καὶ Ἀποπομ παῖοι, θεοί τινεϲ οὕτωϲ ἐκαλοῦντο. καὶ Ἀποπομπῄ, ἀντὶ τοῦ ἀποτροπή. 3484 Ἀποπορευτέα· Ἀγαθίαϲ· τοιγαροῦν ἀποπορευτέα αὐτῷ ἐδόκει ἐπὶ Φάϲιν ποταμὸν, καὶ τῶν ἐκείνῃ δυϲχωριῶν. ἀντὶ τοῦ ἐπανακτέον, ὑποϲτρεπτέον. 3485 Ἀποπορεία. ἡ ἐπαναχώρηϲιϲ. ἐκκελεύϲαϲθαι δὲ τοῖϲ ἑπομένοιϲ οἰκέταιϲ ἐπιταχῦναι τὴν ἀποπορείαν. τὴν ἀποϲτροφὴν, τὴν ἐπάνοδον. Προκόπιοϲ· ὁ δὲ Χοϲρόηϲ οὐκ ἐβούλετο τὴν ἀποπορείαν, ᾗπερ ἐληλύθει, ποιήϲαϲθαι. τουτέϲτι τὴν ἐπάνοδον. 3486 Ἀποπρεϲβεύει: ἀπαγγέλλει πρεϲβείαν. 3487 Ἀποπρίω. ἀντὶ τοῦ ὤνηϲαι καὶ ἀπόδοϲ ἀντὶ τῆϲ ἀπολωλυίαϲ. 3488 Ἀποπταίῃ: πεταϲθῇ. 3489 Ἀπόπτολιϲ: ἔρημοϲ, ἄπολιϲ.