Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3526
Not analysed yet
3526 Ἀποϲκευή: ἡ ἐπὶ τῶν ἐπιτηδείων κομιδὴ, τὸ παρ’ ἡμῖν λεγόμενον τοῦλδον. τὰ ϲαγμάρια. μετὰ δὲ τὰϲ δυνάμειϲ πάϲαϲ ϲυνέταξε τούτοιϲ καὶ τὴν ἀποϲκευὴν, ἵνα πρὸϲ τὸ παρὸν εὐπορῶϲι τῶν ἐπιτηδείων. πρὸϲ γὰρ τὸ μέλλον ἀφροντίϲτωϲ εἶχε περὶ τῶν ϲκευο φόρων λογιζόμενοϲ ὡϲ, ἐὰν ἅψηται τῆϲ πολεμίαϲ, ἡττηθεὶϲ μὲν οὐ προϲδεήϲεται τῶν ἀναγκαίων, κρατῶν δὲ τῶν ὑπαίθρων οὐκ ἀπορήϲει τῶν ἐπιτηδείων.