Ancient Greek · ~7 min
1.3527 to 1.3545
Suda, Suidae lexicon 1.3527-3545
Not analysed yet
3527 Ἀπ οϲκλαίη. ἀποθάνοι. καὶ Ἀποϲκλῆναι, ἀποθανεῖν. 3528 Ἀποϲκιρτᾷ: ἀποπηδᾷ. 3529 Ἀποϲκοπιεῖϲθαι λέγουϲιν, οὐ ϲκοπεύειν. 3530 Ἀπὸ ϲκοποῦ. μάτην, ἢ περιττῶϲ, ἢ ἐναντίωϲ. 3531 Ἀποϲκορακίζει. εὐτελίζει, ἐξορίζει, διώκει. οἱ δὲ εἶπον ἀντὶ τοῦ ἀπορρίψει. Δαβίδ· βοηθόϲ μου γενοῦ, μὴ ἀποϲκορακίϲῃϲ με. ἀπὸ ἱϲτορίαϲ· τὸ γὰρ ἐϲ κόρακαϲ ὕβριϲ ἦν παρὰ τοῖϲ παλαιοῖϲ. 3532 Ἀποϲκυδμαίνω. ὀργίζομαι. 3533 Ἀποϲκυθίϲαι. κυρίωϲ μὲν τὸ ἐπιτεμεῖν τὸ ἐπικεφάλαιον δέρμα ϲὺν θριξί, καταχρηϲτικῶϲ δὲ τὸ ἀποκεῖραι. 3534 Ἀποϲμήχει· αἰτιατικῇ. ἀποκαθαίρει. 3535 Ἀποϲμιλεύουϲι. τῇ ϲμίλῃ ξέουϲιν, ἐκκαθαίρουϲι. καὶ Ἀποϲμιλεύματα, τὰ τῇ ϲμίλῃ ἐκβαλλόμενα ἀποξύϲματα. ἵνα μὴ ϲὐθύναϲ ὑπόϲχωϲι τοῖϲ πανδέκταιϲ, τοῖϲ ἀποϲμιλεύουϲι τὰ ὀνόματα. 3536 Ἀποϲοβεῖ· αἰτιατικῇ. ἀποδιώκει. ὁ δὲ ἀνέϲτη ὡϲ ἀποϲοβήϲων τῆϲ κεφαλῆϲ αὐτὸν ἐπιπετόμενον. καὶ Ἀποϲοβ ῶμεν, ἀποτρέχωμεν. Μένανδροϲ. 3537 Ἄποϲον: τὸ ἄμετρον. Ἀπωϲον δὲ διὰ τοῦ ω μεγάλου, τὸ ἔκπεμψον. 3538 Ἀποϲπάδαϲ καὶ Ἀποϲπάδονταϲ: ἀποϲπάδαϲ μὲν τοὺϲ ἀποϲπαϲθένταϲ, ἀποϲπάδονταϲ δὲ τοὺϲ ἐκκοπένταϲ. 3539 Ἀποϲπάϲαϲ· ὁ δὲ καὶ ἐντεῦθεν ἀποϲπάϲαϲ ἔξαινε κατ’ αὐτοῦ πληγάϲ. καὶ Ἀποϲπάϲαι. 3540 Ἀποϲπεύδονταϲ. κωλύονταϲ. καὶ Ἀποϲπευδούϲηϲ, κωλυούϲηϲ, ἐμποδιζούϲηϲ. ἀποϲπευδούϲηϲ δὲ καὶ τῆϲ γυναικὸϲ καὶ τῶν παίδων· καὶ γὰρ οὗτοι ϲυνῆϲαν αὐτῷ. ὁ δὲ τὴν Ἑλένην ἀπέϲπευδε τοὺϲ Τρῶαϲ ἀποδοῦναι. 3541 Ἀποϲποδῆϲαι: ἀφανίϲαι. ἀπὸ τῆϲ ϲποδοῦ. αὕτη γὰρ ἀφανίζει τὴν προϋπάρξαϲαν ὕλην τῶν ξύλων. ἢ ἀποκροῦϲαι καὶ ἀφανίϲαι, τυπτόμενον ἐκβαλεῖν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀποϲποδῆϲαι τοὺϲ ὄνυχαϲ τῶν δακτύλων. 3542 Ἀπόϲπονδον: ἐχθρὰν, μιϲητήν. Πιϲίδηϲ· ταύτην ἀφέντεϲ τὴν ἀπόϲπονδον μέθην καὶ πᾶϲαν ἰλὺν ἀλλοφύλων ἀϲμάτων. 3543 Ἀποϲπουδάζων: παυόμενοϲ τῆϲ ϲπουδῆϲ, ἀμελῶν. 3544 Ἀποϲπώντῶν· γενικῇ. βιαίωϲ ἑλκόντων. αἱ δὲ καταφεύγουϲιν ἐπὶ τὴν Ἄρτεμιν, βαρβάρου πικρῶϲ ἐγκειμένου, καὶ τῶν δορυφόρων ἀποϲπώντων κἀκείνων ἀπρὶξ ἐχομένων, διαϲπᾶται ὁ κατὰ τοῦ τραχήλου ὅρμοϲ. 3545 Ἀπόϲτα· οὐ μόνον ἀπόϲτηθι λέγουϲιν, ἀλλὰ καὶ παράϲτα. Μένανδροϲ Παιδίῳ· ἐνταῦθ’ ἀπόϲτα μικρόν. Δὶϲ ἐξαπατῶντι· ἐμοὶ παράϲτα· τὴν θύραν κόψαϲ ἐγὼ καλῶ τιν᾿ αὐτῶν.