Ancient Greek · ~3 min
1.3587 to 1.3596
Suda, Suidae lexicon 1.3587-3596
Not analysed yet
3587 Ἀποτέλειοι: οἱ κατὰ πόλειϲ ἡγεμόνεϲ τῶν Ἰουδαίων. 3588 Ἀποτέμνω· αἰτιατικῇ. τὸ ἀποκόπτω. 3589 Ἀποτεμεῖται: ἀποχωρίϲειεν. 3590 Ἀ ποτετικέναι: ἀποδοῦναι. 3591 Ἀποτεὐξαϲθαι: ἀποτυχεῖν. 3592 Ἀποτείνεται· αἰτιατικῇ. ἐκτείνεται, φιλονεικεῖ. 3593 Ἀποτειχίζων. ἀποφράϲϲων. ἀποτειχίϲαϲ δὲ τὴν γαϲτέρο οὐδενὶ τῶν φαρμάκων ἔτι εἰμὶ ἁλώϲιμοϲ, οὐδ’ ἂν ἄδην ἐμφορῶμαι τοῦ φαρμάκου. καὶ Ἀποτειχίϲαι, τὸ λαβεῖν τειχίον, καὶ ἀποτειχίϲαι Harp. καὶ ἀποκλεῖϲαι τῆϲ ἐξόδου. καὶ Ἀποτετειχιϲμένοϲ, ὁ ἀπειλημμένοϲ, ὁ ἀποκεκλειϲμένοϲ τῷ τείχει. οὕτωϲ Ἀντιφῶν καὶ θουκυδίδηϲ. καὶ Ἀποτείχιϲιϲ, ἡ τῶν τειχῶν ἀφαίρεϲιϲ. 3594 Ἀπὸτῆϲἴϲηϲ· Θουκυδίδηϲ· οὐδ’ αὐτοὶ ἀπὸ τῆϲ ἴϲηϲ κοινὰϲ ϲτρατιὰϲ ἐποιοῦντο. οἷον ἀπὸ τῆϲ ἰδίαϲ ἕκαϲτοϲ οὐϲίαϲ τὸ φθάνον. 3595 Ἀποτίθημι καὶ Ἀποτίθεμαι· αἰτιατικῇ. 3596 Ἀποτίμηϲιν: τέλοϲ, ἢ φόρον.