Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3597
Not analysed yet
3597 Ἀποτιμηταὶ καὶ Ἀποτίμημα καὶ Ἀποτιμᾶν καὶ τὰ ἀπ′ αὐτῶν. οἱ μιϲθούμενοι τούϲ τῶν ὀρφανῶν οἴκουϲ παρὰ τοῦ ἄρχοντοϲ ἐνέχυρα τῆϲ μιϲθώϲεωϲ παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα πέμπειν τινὰϲ ἀποτιμηϲομένουϲ τὰ ἐνέχυρα. καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμηϲάμενοι ἀποτιμηταὶ, τὸ δὲ ἔργον ἀποτιμᾶν. καὶ οἱ προῖκα γυναικὶ γαμουμένῃ δόντεϲ ᾔτουν παρὰ τοῦ ἀνδρὸϲ ὑπὲρ τῆϲ προικὸϲ ἐνέχυρον, οἰκίαν ἡ χωρίον ταύτηϲ ἄξιον. ἐλέγετο δὲ ὁ μὲν δοὺϲ τὸ ἀποτίμημα ἐνεργητικῶϲ ἀποτιμᾶν, ὁ δὲ λαβὼν ἀποτιμᾶϲθαι. ὁ δὲ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἄλλων ὀφλημάτων, ὡϲ καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ὀνήτοροϲ δευτέρῳ.