Ancient Greek · ~8 min
1.3598 to 1.3618
Suda, Suidae lexicon 1.3598-3618
Not analysed yet
3598 Ἀπότιμοϲ: οὕτωϲ Σοφοκλῆϲ ἀπότιμον θεὸν τὸν λοιμόν, τουτέϲτι τὸν μὴ μετέχοντα τῆϲ τιμῆϲ τῶν θεῶν. θεῶν γάρ ἐϲτι τὸ εὐεργετεῖν τοὺϲ ἀνθρώπουϲ· ὁ δὲ φθείρει καὶ ἀπόλλυϲιν. 3599 Ἄποτιϲ, ἀπότιδοϲ. 3600 Ἀποτίϲειϲ χοῖρε γίγαρτα: οἷον ὧν κατέφαγεϲ ἀποδώϲειϲ πλείονα. ἐπὶ τῶν μείζονα τιμωρίαν ὧν ἥμαρτον διδόντων. 3601 Ἀποτολμ αἰτιατικῇ. 3602 Ἀποτομία: τραχύτηϲ, ἐναντίωϲιϲ. οἱ δὲ διὰ τὴν ἀποτομίαν τῆϲ ἀποκρίϲεωϲ οὐ τὸ τυχὸν δέοϲ εἶχον περὶ αὑτούϲ. καὶ Ἀπότομον, ϲκληρόν. 3603 Ἄποτον· ζήτει ἐν τῷ ἄγευϲτοϲ θοίνηϲ. 3604 Ἀπὸτουδί: ἀπὸ τοῦ νῦν. Ἀλριϲτοφάνηϲ Νεφέλαιϲ. 3605 Ἀπὸ τοῦ κρατίϲτου. μετὰ δυνάμεωϲ. ἅτε πεπειθαρχηκότων Καρχηδονίων ἀπὸ τοῦ κρατίϲτου πᾶϲι τοῖϲ ἐπιτατιομένοιϲ. καὶ Πολύβιοϲ· καὶ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κρατίϲτου ἐγίνετο παρὰ Ῥωμαίοιϲ ἡ μοναρχία· ἐν δὲ τοῖϲ καθ’ ἡμᾶϲ πολλαὶ ὁδοὶ εὕρηνται. 3606 Ἄπο τοῦ πράγματοϲ: ἀντὶ τοῦ ἄποθεν. 3607 Ἀπὸ τοῦ φρονεῖν ἀποϲπάϲαϲ: τουτέϲτι τὴν φρόνηϲιν αὐτῶν ἀφελόμενοϲ. 3608 Ἀπὸ τῶν οὐχ ὁμοίων. ἐξ ἀνομοίων. ἀμυνόμενοι ἀπὸ τῶν οὐχ ὁμοίων ὅπλων ὅμωϲ τῇ οἰκείᾳ ἀλκῇ θαρροῦντεϲ. 3605 Ἀποτραχηλίζοντεϲ: ἀπάγχοντεϲ. Εὐνάπιοϲ· καὶ οἱ μὲν αὐτοὺϲ διέφθειρον ϲχοίνοιϲ ἀποτραχηλίζοντεϲ. καὶ αὖθιϲ· οὐ μὴ παύϲηϲθε τῶν ψηφιϲμάτων, πρὶν ἂν ὑμᾶϲ τοῦ ϲκέλουϲ λαβών τιϲ ἐκτραχηλίϲῃ. 3610 Ἀποτραχύνεται: θραϲύνεται. 3611 Ἀποτρέπω· αἰτιατικῇ. 3612 Ἀποτρέχει τοῦ ἐπιτρέχειν διαφέρει. 3613 Ἀποτρίβω· αἰτιατικῇ· καὶ Ἀποτρίβεϲθαι· αἰτιατικῇ. 3614 Ἀπότριψιϲ, μέλληϲιϲ, ἀπάγγελϲιϲ, ἀγώνιϲιϲ, προάγγελϲιϲ, τέκμαρϲιϲ, κάθεξιϲ, πλάνηϲιϲ, διάφευξιϲ, ἐφόρμηϲιϲ, ὅπλιϲιϲ, ξένιϲιϲ. κούφιϲιϲ, βλάψιϲ, ἐπαίνεϲιϲ, ψόφηϲιϲ, διάρπαϲιϲ, γυναίκιϲιϲ, λάληϲιϲ, ὁμοιοκατάληκτα ὀνόματα. καὶ Ἀποτριβόμενοϲ, ἀντὶ τοῦ ἐμποδίζων, ἀπείργων. ὁ δὲ Ἀννίβαϲ ἐν κακοῖϲ ὢν ἔμενε τοὺϲ πολεμίουϲ ἀποτριβόμενοϲ. 3615 Ἀποτρόπαίοι: φευκτοὶ, μιϲεῖϲθαι ἄξιοι· ἢ ἀποτρέποντεϲ τὰ κακά. οὕτω γὰρ ἐδόκουν ἀποτρόπαιοί τινεϲ εἶναι καὶ ἀλεξίκακοι. 3616 Ἀποτροπιαζόμενοι: ἀποτρεπόμενοι καὶ ἀποϲτρεφόμενοι καὶ μιϲοῦντεϲ. εἰώθαϲι τῶν ἀναιρουμένων εἰϲ τὰϲ κεφαλὰϲ ἀπομάϲϲειν τὰ ξίφη, ὥϲπερ ἀποτροπιαζόμενοι τὸ μύϲοϲ τὸ ἐν τῷ φόνῳ. καὶ Ἀποτροπίαϲμα, ἐξίλαϲμα, ἀποτρέπον τὰ μὴ προϲήκοντα. ἢ τὸ ἀποτροπῆϲ ἄξιον, οἷον ἀποτρόπαιον. 3617 Ἀποτρόφουϲ: τοὺϲ μὴ ὄνταϲ τροφίμουϲ τῆϲ φιλοϲοφίαϲ. 3618 Ἀπότρωκτον· ἄλφιτον· τοῦτο δέ φαϲι τὸ ἀπότρωκτον πρῶτον εὐρέῖν Ἐπίχαρμον.