Ancient Greek · ~8 min
1.3619 to 1.3641
Suda, Suidae lexicon 1.3619-3641
Not analysed yet
3619 Ἀποτρύειν· Σοφοκλῆϲ· οὐκ ἀποτρύειν ἐλπίδα τὴν ἀγαθὴν χρῆναί ϲε, ἀνάλγητα γὰρ οὐδ’ ὁ πάντα κραίνων βαϲιλεὺϲ ἐπέβαλε Θνητοῖϲι Ζεύϲ. 3620 Ἀποτυμπάνιϲον: ἀνηλεῶϲ τι φόνευϲον. ζήτει ἐν τῷ τυμπανίζεται. 3621 Ἀποτύχω· γενικῇ. καὶ Ἀποτυγχάνω· γενικῇ. 3622 Ἀπ’ οὔατοϲ ἄγγελοϲ ἔλθοι. παρὰ Καλλιμάχῳ. τουτέϲτι δύϲφημοϲ, μὴ ἄξιοϲ τοῦ μὴ ἀκουϲθῆναι. 3623 Ἀπουργοὶγωνίαι: εὐτελεῖϲ, εἰϲ ἃϲ τὰ ϲαρώματα ϲυνῆγον. 3624 Ἀπουρία. ἡ ἐξ ἀνίϲων γάμων ϲπορὰ, ἀπὸ δούληϲ ἢ δούλου γεννωμένη. 3625 Ἀπουρώϲανταϲ· Πολύβιοϲ· τότε μὲν ἐϲ τὴν Μυνδίαν ἀπουρώϲανταϲ καθορμιϲθῆναι. μὴ χρωμένουϲ οὐρίῳ πνεύματι. 3626 Ἀπουϲιάϲει· ὁ δὲ εἰϲ τὴν ἑαυτοῦ θυγατέρα ἀπουϲιάϲει. τῆϲ οὐϲίαϲ μέροϲ δώϲει. 3627 Ἀποφαντικόϲ: ϲημαίνει κυρίωϲ τὸν ἐκφαίνοντά τι νόημα, ϲἴτε διὰ καταφάϲεωϲ εἴτε δι’ ἀποφάϲεωϲ. ϲημαίνει δὲ ἰδικῶϲ καὶ τὸν μὴ ϲυγκατατιθέμενον. 3628 Ἀποφαντόν· ἢ καταφαντόν. ζήτει ἐν τῷ ἀξίωμα. 3629 Ἀπόφαϲιϲ: Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Φαίνιππον τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέροϲ ὁπόϲην οὐϲίαν ἔχει, ὅπερ ἐν ταῖϲ ἀντιδόϲεϲι μάλιϲτα γίνεται. καλεῖται δὲ αὐτὸ καὶ ἀπογραφή. 3630 Ἀποφάϲκει: ἀπαγορεύει ἢ ἀποφαντικῶϲ λέγει τι. 3631 Ἀ ποφαίνει: φανεροποιεῖ. Ἀποφένει δὲ διὰ τοῦ ε ψιλοῦ, ἀντὶ τοῦ φονεύει. 3632 Ἀποφἐρειν: ἀποδιδόναι. Ἀριϲτοφάνηϲ· καὶ ταῦτ’ ἀποφέρειν πάντα, κοὐκ ἀποϲτερεῖν. τὰ δεδανειϲμένα. 3633 Ἀποφεύγειν· αἰτιατικῇ. καὶ Ἀποφυγγάνειν· ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ Δημοϲθένηϲ. 3634 Ἀπόφημι: ἀποφαίνομαι. καὶ Ἀποφῆναι, ἀποδεῖξαι. 3635 Ἀπόφημον: δύϲφημον. ἡ γλῶττα ἡ ἀπαίδευτοϲ καὶ ἀμαθὴϲ τῇ τε ἄλλῃ καὶ ταύτῃ ἐπίϲπαϲτα παλαμᾶται, καὶ μέντοι καὶ ἐϲ τὸ ἀπόφημόν τε καὶ βλάϲφημον κατολιϲθάνει. 3636 Ἀποφθεγγόμενοϲ. μαντευόμενοϲ. 3637 Ἀποφθέγματα Χρυϲίππου ἀπόρρητα· ζήτει ἐν τῷ Χρύϲιπποϲ. 3638 Ἀποφθίμενον: ἀποθανόντα. δέξαι μ’ ἀποφθίμενον τὸν κύνα Διογένη. καὶ Ἀποφθίϲειεν, ἀνελεῖν, θανατῶϲαι. Τεῦκρόϲ φηϲι πρὸϲ τὸν νεκρὸν τοῦ Αἴαντοϲ· εἶδεϲ, ὡϲ χρόνῳ ἔμελλέ ϲ’ Ἕκτωρ καὶ θανὼν ἀποφθίϲειν; 3639 Ἀποφορᾶν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάϲτημα ποιῆϲαι Hdt. οὕτωϲ Ἰϲαῖοϲ. καὶ Ἀποφορὴ παρὰ Ἡροδότῳ, ἡ τελουμένη παρὰ τῶν δούλων τοῖϲ δεϲπόταιϲ. 3640 Ἀποφορτίϲαϲθαι: ἀποβαλεῖν φορτίον. 3641 Ἀποφώλιοι: ξένοι, οἱ φυλὴν μὴ νέμοντεϲ. οὕτωϲ Αἰϲχύλοϲ. ἢ ἀπαίδευτοι. φωλεοὶ γὰρ τὰ παιδευτήρια, ὥϲ φαϲιν οἱ Ἴωνεϲ.