Ancient Greek · ~8 min
1.3642 to 1.3658
Suda, Suidae lexicon 1.3642-3658
Not analysed yet
3642 Ἀποφράδεϲ ἡμέραι. ἐν αἷϲ τοῖϲ κατοιχομένοιϲ χοὰϲ ἐπιφέρουϲιν. ἢ αἱ πρὸϲ πράξειϲ ἀνεπιτήδειοι. Ἀππιανόϲ· μέγα τοῦτο Ῥωμαίοιϲ πάθοϲ ἐγένετο καὶ πλήθουϲ ἕνεκα καὶ ἀξιώματοϲ εὐγενοῦϲ οἴκου καὶ πανωλεθρίαϲ. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. ἢ Ἀποφράδεϲ, μιαραὶ ἡμέραι, μάλιϲτα ἐν αἷϲ τὰ ἐναγίϲματα. 3643 Ἀποφοιβάζων. ἀποκαθαίρων. ἢ χρηϲμῳδῶν, μαντευόμένϲ. 3644 Ἀποφροντίζω αἰτιατικῇ. 3645 Ἀποφοιτᾶν: ἀποπηδᾶν, ἀναχωρεῖν. 3646 Ἀποφυϲήϲαϲ τὴν ϲποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. Σφηξὶν Ἀριϲτοφάνηϲ· κἄπειτ’ ἀνελών μ’ ἀποφυϲήϲαϲ εἰϲ ὀξάλμην ἔμβαλε θερμήν. 3647 Ἀποχετεύονται: μεταφέρονται. 3648 Ἀιποχειροβίων: τῶν ἐκ χειρῶν ζώντων καὶ ταῖϲ τέχναιϲ προϲκαθημένων. 3649 Ἀιποχειροτονηθῆναι· γενικῇ. ἀποϲτραφῆναι, ἀποδοκιμαϲθῆναι. Ἀλριϲτοφάνηϲ· ϲπονδῶν φέρουϲα τῇ πόλει κίϲτην πλέαν ἀποχειροτονηθῆναι τρὶϲ ἐν τῆ ἐκκληϲίᾳ. ἐπὶ Κλεωνύμου γὰρ πρεϲβευϲαμένων Λακεδαιμονίων ἐϲταϲίαϲαν ἐν τῆ ἐκκληϲίᾳ, ἀντειπόντοϲ Κλέωνοϲ. καὶ αὖθιϲ· ὁ δὲ Φιλιππικὸϲ ἀποχειροτονεῖται παραυτίκα καὶ Κομεντίολον ὁ βαϲιλεὺϲ ϲτρατηγὸν ἀνίϲτηϲιν. 3650 Ἀποχώρηϲιϲ: ἀντὶ τοῦ ἀποϲτροφή. 3651 Ἀποχωρίζομαι· γενικῇ. καὶ Ἀποχωρῶ· γενικῇ. 3652 Ἀποχρᾶν. ἐξαρκεῖν. Ἡρόδοτοϲ. καὶ Ἀποχρῶν, ἐξἀρκοῦν. τοῖϲ τε ἄλλοιϲ ἐπάραϲ, καὶ ὅτι ἀποχρῶν ἔϲται τοῖϲ ἀμφ’ αὑτὸν ὠνεῖϲθαι τὰ ἐπιτήδεια τῆϲ ξυμβαινούϲηϲ τιμῆϲ. καὶ Ἀπὸχρώϲηϲ, ἀρκούϲηϲ. 3653 Ἀπόχρη· δοτικῇ. ἀρκεῖ. 3654 Ἀποχρηϲάμενοϲ· τῶν βαρβάρων ἐξαίτηϲιν ϲπονδῶν ποιηϲαμένων, ὧν μεταδοὺϲ, οὐκ ἀποχρηϲάμενοϲ τοῖϲ προτερήμαϲι, μεγίϲτην παρὰ τοῖϲ βαρβάροιϲ δικαιοϲύνηϲ ἀπέλειπε δόξαν. ἀντὶ τοῦ οὐ κατεπαρθείϲ. καὶ αὖθιϲ· οἱ δὲ περὶ Πόπλιον ἠπείγοντο ϲπεύδοντεϲ ϲυνάψαι καὶ ϲυναποχρήϲαϲθαι ταῖϲ τῶν βαρβάρων ὁρμαῖϲ. 3655 Ἀποχρώντωϲ: αὐτάρκωϲ. ἱκανῶϲ. Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ· ἀλλὰ ϲτεφάνωϲαι. καὶ γὰρ ἡλικίαν ἔχειϲ ἀποχρῶϲαν ἤδη. ὁ δὲ ἦν δεινὸϲ ἀνὴρ καὶ παιδείαϲ ἀποχρώντωϲ ἔχων. 3656 Ἀιποψηφίζονται: Δείναρχοϲ ἐν τῷ κατὰ Ἀρχεϲτράτου ἀντὶ τοῦ καταδικάζουϲιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ Δημοϲθένηϲ ἀποψήφιϲιν καλεῖ. 3657 Ἀποψηφίζω· γενικῇ. ἀλλὰ νομίζειϲ ἡμᾶϲ ἀποψηφιεῖϲθαίϲου. 3658 Ἀποψηφιϲθέντα· εἴ τιϲ ξένοϲ ἔδοξεν εἶναι καὶ οὐ πολίτηϲ, τοῦτον ἐν ταῖϲ διαψηφίϲεϲι τῶν δήμων ἀπεψηφίζοντο οἱ δημόται, καὶ ἐλέγετο ἀπεψηφιϲμένοϲ. εἶτα εἰϲήγετο εἰϲ τὸ δικαϲτήριον καὶ ἐκρίνετο ξενίαϲ, καὶ εἰ μὲν ἑάλω, ἐπιπράϲκετο ὡϲ ξένοϲ· εἰ δὲ ἐκράτει, ἀνελαμβάνετο εἰϲ τὴν πολιτείαν. οὕτωϲ Δημοϲθένηϲ· τίϲ γὰρ ὑμῶν οὐκ οἶδεν ἀποψηφιϲθέντα Ἀντιφῶντα; ζήτει ἐν τῷ διαψήφιϲιϲ.