Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3729
Not analysed yet
3729 Ἀράβιοϲ ἄγγελοϲ· Μένανδροϲ ἐν Ἀνατιθεμένῃ ἢ Μεϲϲηνίᾳ. παρὰ τὴν παροιμίαν, ’Ἀράβιοϲ αὐλητήϲ. Ἀράβιον ἄρ’ ἐγὼ κεκίνηκα αὐλόν· τίθεται δὲ ἐπὶ τῶν ἀπαυϲτὶ διαλεγομένων. τὸ παλαιὸν δέ φαϲι τοὺϲ ἐλευθέρουϲ μὴ μανθάνειν αὐλεῖν διὰ τὸ βάναυϲον. τῶν δὲ ἀνδραπόδων τὰ πολλὰ εἶναι βάρβαρα καὶ Ἀράβια. ἐφ’ ὧν ἐλέχθη παροιμία· δραχμῆϲ μὲν αὐλεῖ, τεγχάρων δὲ παύεται. καὶ Ἀράβιοϲ αὐλητήϲ, ἐπὶ τῶν ἀκαταπαύϲτων. Κάνθαροϲ Μηδείᾳ· κιθαρῳδὸν ἐξηγείρατε Ἀράβιον τὸν χορὸν τοῦτον. οἱ δὲ Ἀράβιοι ἀρετῇ πολὺ τῶν ἄλλων διαφέρουϲιν οἳ βέλεϲιν ἀνδρομήκεϲιν χρώμενοι, ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντεϲ ἐϲ τὴν νεῦραν, κυκλοῦϲι τὸ τόξον.