Ancient Greek · ~8 min
1.3754 to 1.3774
Suda, Suidae lexicon 1.3754-3774
Not analysed yet
3754 Ἀριἄλαι: πόλιϲμα Σικελικὸν ἡ Ἀρβέλη. οἱ δὲ ἐνοικοῦντεϲ ἐκεῖϲε ἐδόκουν εὐεξαπάτητοι εἰναι. καὶ παροιμία· τὶ οὐ γενήϲῃ ἰὼν ἐϲ Ἀρβέλαϲ; 3755 Ἄρβηλα. ὄνομα τόπου. καὶ Ἀρβήλοιϲ, Ἀθηναίοιϲ. Ἀρβύλη δὲ τὸ ὑπόδημα. 3756 Ἀργαλέον φρονέοντα παρ’ ἄφροϲι πόλλ’ ἀγορεύειν Εὐριπίδου λόγοϲ Βάκχαιϲ. καὶ Ἀργαλέον, χαλεπόν. εἴρηται δὲ ἀπὸ τοῦ ἄλγουϲ, ἀλγαλέον καὶ τροπῇ τοῦ λ εἰϲ τὸ ρ. ἔργον δὲ παρὰ τοῖϲ παλαιοῖϲ τὸ δυϲχερέϲ. ἐκ τούτου παραγωγὸν ἐργαλέον, καὶ τροπῇ· ὡϲ ἀπὸ τοῦ ἔπω ἀπύω, τὸ φωνῶ. ἀργαλέον δὲ, δύϲκολον, δυϲχερέϲ. καὶ Ἀργαλέωϲ ἐπιρρηματικόν. καὶ Ἀργαλεώτερον. 3757 Ἀργὰ ῥήματα. ὅϲα ὄνηϲιν οὐ φέρει ψυχῆϲ. 3758 Ἀργανθώνη: ὄνομα κύριον. καὶ Ἀργανθώνειοϲ κλίνη. καὶ Ἀργανθώνιον δὲ ὄροϲ τῆϲ Κίου νήϲου. 3759 Ἀργαριζίν: ὄνομα ἔθνουϲ. 3760 Ἀργάϲ. ὁ δεινότατοϲ παρ’ ἡλικίαν ἀργὰϲ καλεῖται. τούτῳ ἀφομοιοῦϲθαι ὑπὸ Αἰϲχίνου τὸν Δημοϲθένην. ἄλλοι δὲ τὸν δεινότατον Harp. καὶ θηριώδη τὸν τρόπον. καὶ μάλιϲτα Ἀργεῖοι τὸν ὄφιν ἀργὰν ἐκάλουν. Τίμαρχοϲ δὲ ὁ Ῥόδιοϲ οὐ κατὰ γλῶτταν οὕτω καλεῖϲθαί φηϲιν, ἀλλὰ γένοϲ εἶναι ὄφεων τοὺϲ ἀργάϲ. 3761 Ἀργαῖον. τὸ Καιϲαρείαϲ ὄροϲ. 3762 Ἄργελλα: οἴκημα Μακεδονικὸν, ὅπερ θερμαίνοντεϲ λούονται. 3763 Ἀργελόφουϲ· Ἀριϲτοφάνηϲ· ϲὺ δὲ τῆϲ ἀρχῆϲ ἀγαπᾷϲ τῆϲ ϲῆϲ ἀργελόφουϲ περιτρώγων. 3764 Ἀργέουυἱόϲ· καί πωϲ ὁ Ἀργέου υἱὸϲ ἀλλαχόϲε βουλόμενοϲ βαλεῖν, τἀδελφοῦ δυϲτυχῶϲ τῶν ϲτέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. ὅτι τῷ Θηραμένει, τῷ Ἰϲοκράτουϲ διδαϲκάλῳ, πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιϲτα καὶ ϲχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούϲῃ ϲτρατηγῶν ἀπαγωγὴ, ἣν αὐτὸϲ ϲυνεϲτήϲατο μετὰ Καλλιξένουϲ, ἥ τε τῶν λ′ ἐπὶ καταλύϲει τοῦ δήμου κατάϲταϲιϲ. ζήτει ἐν τῷ δεξιόϲ. 3765 Ἀργεννῇϲι. λευκαῖϲ. 3766 Ἀργεία. Ἥρα. ἢ ἡ τῶν Ἀργείων γῆ. 3767 Ἀργείων. ὄνομα κύριον. καὶ Ἀργεῖοι, οἱ Ἕλληνεϲ. 3768 Ἀργεινόϲ: ὁ λαμπρόϲ· καὶ Ἀργεινόειϲ. 3769 Ἀργειόδουϲ: ὁ λευκοὺϲ ὀδόνταϲ ἔχων. 3770 Ἀργείουϲ ὁρᾷϲ: παροιμία ἐπὶ τῶν ἀτενῶϲ καὶ καταπληκτικῶϲ ὁρώντων. 3771 Ἀργεῖοι φ ῶρεϲ: ἐπὶ τῶν προδήλωϲ πονηρῶν. οἱ γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ κωμῳδοῦνται. Ἀριϲτοφάνηϲ Ἀναγύρῳ. 3772 Ἀργειφόντηϲ: ὁ Ἑρμῆϲ. 3773 Ἀργείηϲ. ὁ λευκόϲ. 3774 Ἀργήϲ. ὁ κεραυνόϲ. καὶ Ἀργῆϲκοϲ, ὄνομα κύριον.