Ancient Greek
1.3775 to 1.3795
Suda, Suidae lexicon 1.3775-3795
Not analysed yet
3775 Ἀργιλλώδηϲ: ὁ ῥυπαρόϲ. ἢ Ἀργιλώδηϲ γῆ, λευκὴ καὶ καθαρά. ἀκρίδα Δημοκρίτου μελεϲίπτερον ἅδε θανοῦϲαν ἄργιλοϲ δολιχὰν ἀμφὶ κέλευθον ἔχει. 3776 Ἀργίνη: ὄνομα πόλεωϲ. 3777 Ἀργινόειϲ, ἀργινόεντοϲ: λευκοῦ. πηγαὶ δ’ἀργινόεντοϲ ἀναθλίβοιντο γάλακτοϲ. 3778 Ἀργίννουϲα: νῆϲοϲ. 3779 Ἀργιόδοντα: λευκὸν, ἢ ὀξυόδοντα. 3780 Ἀργίποδεϲ: ταχεῖϲ, ὀξύποδεϲ. 3781 Ἀργόλαι: εἶδοϲ ὄφεων, οὓϲ ἤνεγκε Μακεδὼν Ἀλέξανδροϲ ἐκ τοῦ Ἄργουϲ τοῦ Πελαϲγικοῦ εἰϲ Ἀλεξάνδρειαν καὶ ἐνέβαλεν εἰϲ τὸν ποταμὸν πρὸϲ ἀναίρεϲιν τῶν ἀϲπίδων, ὅτε μετέθηκε τὰ ὀϲτᾶ Ἰερεμίου τοῦ προφήτου ἐξ Αἰγύπτου εἰϲ Ἀλεξάνδρειαν· οὓϲ ὁ αὐτὸϲ προφήτηϲ ἀπέκτεινεν. ἀργόλαι οὖν ἐκ τοῦ Ἄργουϲ λαιοί. 3782 Ἀργοναῦται. οἱ ἐν τῆ Ἀργοῖ νηὶ πλέοντεϲ. 3783 Ἀργὸν ἔτοϲ. κατὰ ἑπταετίαν ἤγετο παρὰ Ἰουδαίοιϲ ὁμοίωϲ ταῖϲ ἑβδομάϲιν ἡμέραιϲ. καὶ Ἀργόϲ, ἐπὶ θηλυκοῦ. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· οὐ μὴν ἐρῶ γ’ ὡϲ ἀργὸϲ ἦν, ἀλλ’ ἐϲπάθα. 3784 Ἄργουϲα: πόλιϲ τῆϲ Εὐβοίαϲ ἐν τῇ Χαλκιδικῇ κειμένη. 3785 Ἀργώ: ναῦϲ. καὶ Ἀργοναῦται. καὶ τῇ Ἀργοὶ, δοτικῇ. 3786 Ἀργῶϲ· λύϲιϲ ὀνείρου. ἀργῶϲ κινεῖϲθαι δυϲτυχεῖϲ ποιεῖ τρίβουϲ. 3787 Ἀργυρα μοιβόϲ: ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλαϲϲόμενοϲ, ὁ τραπεζίτηϲ, ὁ ἀργυροπράτηϲ, κολλεκτάριοϲ. 3788 Ἀργυρέα: ἀργυρᾶ. καὶ παροιμία· Ἀργυρέαιϲ λόγχαιϲι μάχου καὶ πάντα νικήϲειϲ. ἐπὶ τῶν δώροιϲ τινὰ πείθειν πρὸϲ τὰ δυϲκατόρθωτα παραινούντων. τοῦτον γὰρ τὸν χρηϲμὸν ἡ Πυθία ἔχρηϲε Φιλίππῳ αἰνιττομένη διὰ προδοϲίαϲ περιέϲεϲθαι τῆϲ Ἑλλάδοϲ. χρείω, τὸ μαντεύομαι διὰ διφθόγγου· ὁ μέλλων χρήϲω διὰ τοῦ η· χρίω δὲ τὸ ἀλείφω. 3789 Ἀργύρειοϲ ϲταυρόϲ. Ἀργυρίδιον δὲ ὡϲ ἡμεῖϲ. Εὔπολιϲ Δήμοιϲ· ἐγὼ δὲ ϲυμψήϲαϲα τἀργυρίδιον. Ἀργύριον δὲ τὸ λεπτὸν νόμιϲμα καλοῦϲιν, ὡϲ Ἀριϲτοφάνηϲ Δαναΐϲιν. 3790 Ἄργυρινοι: ὄνομα ἔθνουϲ. 3791 Ἀργυρίππη: πόλιϲ, ἣν κτίζει Διομήδηϲ. καὶ ζήτει ἐν τῷ Βενεβενδόϲ. 3792 Ἀργυρὶϲ θήκη καὶ Ἀργυρῖτιϲ γῆ καὶ Χρυϲῖτιϲ, ἡ ἐργαζομένη χρυϲὸν καὶ ἄργυρον. διττὰ ἦν γραμματίδια, οἷϲ ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥϲτε γράφειν μόνον ἑαυτοῖϲ, τὰ δὲ ὥϲτε καὶ ἀργυρίδιον κατατίθεϲθαι, ἃ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα μαρτύρια. καὶ Ἀργυρῖται ἐλέγοντο οἱ ἀργυρίου εὐποροῦντεϲ. 3793 Ἀργυρογνώμων: δοκιμαϲτήϲ. 3794 Ἀργυροδίνηϲ: καλὰϲ δίναϲ ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων ϲυϲτροφαί. 3795 Ἀργυρόηλον. τὸ ἀργυροῦϲ ἥλουϲ ἔχον.