Ancient Greek · ~3 min
1.3796 to 1.3802
Suda, Suidae lexicon 1.3796-3802
Not analysed yet
3796 Ἀργυροκοπεῖον. ἐν ᾧ κόπτεται τὸ νόμιϲμα· ὃ νῦν τινεϲ ἠμαντήριον καλοῦϲιν. 3797 Ἀργυρόπεζα. ἡ ἀργυροῦϲ πόδαϲ ἔχουϲα. πέζα γὰρ ὁ ποῦϲ. καὶ Ἀργυρόποδα δίφρον. ὁ Ξέρξου δὲ δίφροϲ, ὃϲ αἰχμάλωτοϲ ἐπεκαλεῖτο, ἀνέκειτο δ’ εἰϲ τὸν Παρθενῶνα τῆϲ Ἀθηνᾶϲ. 3798 Ἀργύρου κρῆναι λαλοῦϲιν. ἐπὶ τῶν ἀπαιδεύτων μὲν, διὰ δὲ πλούτου ὑπερβολὴν παρρηϲιαζομένων καὶ λαλούντων. 3799 Ἀργυροῦν καὶ Χρυϲοῦν: τὸ δ’ ἀργύρεον καὶ χρύϲεον Ἰακὰ, τὸ δὲ χρύϲειον κτητικόν. Θουκυδίδηϲ α'. χρῆϲίν τ’ἔχει τῶν χρυϲείων μετάλλων. ὥϲπερ καὶ ἀργύρεια λέγεται δευτέρᾳ. μέχρι Λαυρίου, τἀργύρεια μέταλλά ἐϲτιν Ἀθηναίοιϲ. 3800 Ἀργυρώματα καὶ Χρυϲώματα: ὁμοίωϲ ὡϲ ἡμεῖϲ. Λυϲίαϲ. 3801 Ἀργυρώνη. καὶ Ἀργυρώνητοϲ, δοῦλοϲ. 3802 Ἀργύφεον: τὸ μέλαν. ἢ τὸ λαμπρόν.