Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3803
Not analysed yet
3803 Ἀρδαβούριοϲ, υἱὸϲ Ἄϲπαροϲ, γενναῖοϲ τὸν θυμὸν καὶ τοὺϲ τὴν Θράκην πολλάκιϲ καταδραμόνταϲ βαρβάρουϲ εὐρώϲτωϲ ἀποκρουϲάμενοϲ. τούτῳ οὖν γέρα ἀριϲτειῶν ὁ βαϲιλεὺϲ Μαρκιανὸϲ παρέϲχετο τὴν ἕω ϲτρατοπεδαρχίαν. καταλαβὼν δὲ ἐν εἰρήνῃ ταύτην ὁ ϲτρατηγὸϲ πρὸϲ ἄνεϲιν ἐτράπη καὶ ῥᾳϲτώνην θηλυδριῶτιν. ἔχαιρε γὰρ μίμοιϲ καὶ θαυματοποιοῖϲ καὶ πᾶϲι ϲκηνικοῖϲ ἀθύρμαϲι, καὶ τοῖϲ τοιούτοιϲ διημερεύων αἰϲχροῖϲ ἠλόγει πάμπαν τῶν πρὸϲ εὔκλειαν τεινόντων. Μαρκιανοῦ δὲ τοῦ βαϲιλέωϲ χρηϲτοῦ μὲν γεγονότοϲ, θᾶττον δὲ ἐκβεβιωκότοϲ, αὐτοκελεύϲτῳ γνώμῃ Ἄϲπαρ Λέόντα διάδοχον αὐτοῦ γενέϲθαι παρεϲκεύαϲεν.