Ancient Greek · ~7 min
1.3804 to 1.3820
Suda, Suidae lexicon 1.3804-3820
Not analysed yet
3804 Ἀρδάνιον. κεράμιον, γάϲτρα, ὅθεν τὰ θρέμματα πίνει. καὶ εἴρηται παρὰ τὸ ἄρδειν. ἐτίθετο δὲ καὶ πρὸ τῆϲ θύραϲ τῶν τετελευτηκότων τοῖϲ εἰϲιοῦϲιν καὶ ἐξιοῦϲιν ἵνα περιρραίνωνται. ἐχρῶντο δὲ καὶ αἱ γυναῖκεϲ τῷ ἀρδανίῳ, αἱ τὴν κρόκην τρίβουϲαι ἐπ’ αὐτοῦ. 3805 Ἀρδεᾶται: ὄνομα ἔθνουϲ. 3806 Ἄρδην: κατὰ δύναμιν τῆϲ λέξεωϲ ἀντὶ τοῦ ἀθρόουϲ. τὸ γὰρ ἄρδην ὅμοιόν ἐϲτι τῷ φοράδην ἐνέγκαι· ἡ γὰρ ἄρϲιϲ τοῦτο δηλοῖ. ἀντὶ τοῦ πάνταϲ ὁμοῦ αἴρω. 3807 Ἀρδήττηϲ, Ἀρδήτου: ὄνομα κύριον. καὶ Ἀρδηττὸϲ τόποϲ ἐϲτὶν Ἀθήνηϲιν, ἐν ᾧ πάντεϲ Ἀθηναῖοι δημοϲίᾳ ὤμνυον τὸν Harp ὅρκον τὸν Ἡλιαϲτικόν. Θεόφραϲτοϲ δὲ ἐν τοῖϲ περὶ νόμων καταλελύϲθαι τὸ ἔθοϲ τοῦτο λέγει. 3808 Ἀρδιαῖοϲ: ὄνομα ἔθνουϲ. 3809 Ἄρδιν: ἀκίδα βέλουϲ, ἢ τὰ ἐκ χειρὸϲ ὅπλα. Ἡρόδοτοϲ. καὶ Ἄρδιϲ πληθυντικῶϲ, ἀντὶ τοῦ φαρέτραϲ. 3810 Ἀρδομένην: ποτιζομένην. καὶ Ἄρδω· αἰτιατικῇ. 3811 Ἄρδυϲ, Ἄρδυοϲ. ζήτει ἐν τῷ Γύγηϲ. 3812 Ἆραι: τὸ ῥῆμα, ἀρῶ. καὶ διάραι. 3813 Ἀραὶ κατὰ οἰχομένων· ζήτει ἐν τῷ τοία Στυγόϲ ϲε μελανοκάρδιοϲ. 3814 Ἀραιὴν χεῖρα: τὴν ἀϲθενῆ· καὶ δαϲύνεται. 3815 Ἀραῖνοϲ: ὄνομα ποταμοῦ. 3816 Ἀραῖοϲ: ἀρῇ ὑποκείμενοϲ. μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖοϲ, Εἴ ϲέ τι δέδρακ᾿, ὀλοίμην. καὶ Σοφοκλῆϲ· εἰ δὲ μὴ, μενῶ ϲ᾿ ἐγὼ καὶ νέρθεν ἀραῖοϲ εἰϲαεὶ βαρύϲ. ὁ Ἡρακλῆϲ φηϲι τελευτῶν πρὸϲ τὸν υἱὸν αὐτοῦ. Ἀραιὸϲ δὲ ὁ ἀϲθενήϲ. Ἀραιῶϲ δὲ ἐπιρρηματικῶϲ μὴ ἡρμοϲμένωϲ. εὗρον δὲ τὴν θύραν τοῦ μνήματοϲ ἀραιῶϲ ἐπικειμένην. 3817 Ἀραῖϲ: κατάραιϲ. οὐ μὴν ἔμελλον αἱ ἀραὶ λήθῃ δοθήϲεϲθαι. λοιμὸϲ γὰρ τῇ τῶν Ἐφεϲίων πόλει ἐνήκμαζεν οἷοϲ βαρύτατοϲ. καὶ αὖθιϲ· ἐν ἀρᾶϲ ἔθηκε μέρει· ϲυριττοίμην ὡϲ ἐκεῖνοϲ. 3818 Ἄρραιϲτοϲ: ὁ ἄφθαρτοϲ. 3819 Ἄραιτο: λάβοι, κομίϲειεν. Εὐριπίδηϲ· οὐκ ἔϲτιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔποϲ οὐδὲ πάθοϲ οὐδὲ ξυμφορὰ θεήλατοϲ, ἧϲ οὐκ ἂν ἄραιτ’ ἄχθοϲ ἀνθρώπου φύϲιϲ. καὶ αὖθιϲ· οὓϲ οὐκ ἂν ἄραιντ᾿ οὐδ᾿ ἑκατὸν Αἰγύπτιοι. πολλαχο ὡϲ ἀχθοφορούντων Αἰγυπτίων μέμνηνται. 3820 Ἀρεάδνη: ὄνομα κύριον.