Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3821
Not analysed yet
3821 Ἀρέθουϲα: πηγὴ κατὰ τὴν νῆϲον Σικελίαϲ, ἐν ἡ εἰϲβάλλει Ἀλφειὸϲ, ποταμὸϲ τῆϲ Ἀρκαδικῆϲ πόλεωϲ, δυόμενοϲ διὰ τῆϲ Ἀδριάδοϲ θαλάϲϲηϲ τὸ πέλαγοϲ καὶ μηδαμῶϲ τῇ ἁλμυρίδι μιγνύμενοϲ, ὡϲ ἂν τῆϲ τοιαύτηϲ πηγῆϲ ἐρώμενοϲ.