Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3822
Not analysed yet
3822 Ἄρρεν, καὶ ἀρρενικῶϲ, καὶ ἡμίανδροϲ, καὶ ἡμιγύναιξ, καὶ διγενὴϲ, καὶ θηλυδρίαϲ, καὶ ἑρμαφρόδιτοϲ, καὶ ἴθριϲ, οὗ ἡ ἰϲχὺϲ τεθέριϲται, καὶ Ἀρρενωπόϲ, ὁ ἀνδρόγυνοϲ, καὶ ὁ ἀνδρεῖοϲ, ὁ ϲτερρόϲ. λέγουϲι δ’ οὕτω τὰ μὲν ἄλλα γύνιδαϲ, ἔχονταϲ δέ τι ἀνδρόμορφον. Ἱππώναξ δὲ ἡμίανδρον, τὸν οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοποϲ, καὶ βάκηλοϲ, καὶ ἀνδρόγυνοϲ, καὶ γάλλοϲ, καὶ γύννιϲ, καὶ Ἄττιϲ, καὶ εὐνουχώδηϲ.