Ancient Greek · ~2 min
1.3823 to 1.3829
Suda, Suidae lexicon 1.3823-3829
Not analysed yet
3823 Ἀρεόβινδοϲ: ὄνομα κύριον. 3824 Ἀρεοπαγίτηϲ: διφορεῖται. καὶ παροιμία, Ἀρεοπαγίτηϲ, ἐπὶ τῶν ϲκυθρωπῶν καὶ ὑπερϲέμνων καὶ ϲιωπηλῶν. καὶ Ἄρεωϲ νεοττὸϲ, καὶ Ἀρεωϲπαιδίον, ἐπὶ τῶν θραϲυτάτων. κέχρηται τῷ μὲν πρώτῳ Πλάτων Πειϲάνδρῳ, τῷ δὲ δευτέρῳ Ἀλεξανδρίδηϲ Πειϲάνδρῳ. 3825 Ἀρρεπήϲ: κούφη. 3826 Ἆρεϲ· ἆρον δέ. 3827 Ἀρέϲκεια. καὶ Ἀρέϲκω· πρὸϲ αἰτιατικὴν ϲύνταξιν καὶ Σοφοκλῆϲ καὶ Ἀριϲτοφάνηϲ· ϲὲ δὲ ταῦτ’ ἀρέϲκει. καὶ ἀρέϲει τῷ θεῷ ὑπὲρ μόϲχον νέον. δοτικῇ. 3828 Ἀρεϲτήρ: πόπανον τὸ ἐν ταῖϲ θυϲίαιϲ ἐπιτιθέμενον. παρὰ τὸ ἀρεϲτόν. 3829 Ἆρ’ ἔϲτιν; οὐκ ἔνεϲτιν; ἡ γνώμη πλανῇ; καὶ φημὶ κἀπό φημι, κοὐκ ἔχω τί φῶ.