Ancient Greek · ~8 min
1.384 to 1.398
Suda, Suidae lexicon 1.384-398
Not analysed yet
384 Ἀγύλαιοϲ: ὄνομα κύριον. 385 Ἀγύρριοϲ: ὄνομα κύριον. ὃϲ ἐπὶ μαλακίᾳ διεβέβλητο ὡϲ καὶ πέρδεϲθαι αὐτόν. Ἀριϲτοφάνηϲ Πλούτῳ. ἐκωμῳδεῖτο δὲ καὶ εἰϲ θραϲύτητα. καὶ Ἀγύρριοϲ, δημαγωγὸϲ Ἀθηναίων οὐκ ἀφανήϲ. Ἀγύρριοϲ τὸν Προνόμου πώγων᾿ ἔχων λέληθεν. ὁ Ἀγύρριοϲ ϲτρατηγὸϲ θηλυδριώδηϲ, ἄρξαϲ ἐν Λήμνῳ, ὃϲ τὸν μιϲθὸν τῶν ποιητῶν ϲυνέτεμεν. ὁ δὲ Πρόνομοϲ αὐλητὴϲ ἦν μέγαν πώγωνα ἔχων. 386 Ἄγυριϲ: ἄθροιϲιϲ. καὶ Ἀγυριϲμόϲ. ὁ δὲ ἐϲπούδαϲεν εἰϲ τὸ δυνατὸν πρὸϲ ἀγυριϲμὸν τῆϲ ἀπορρήτου τῶν θείων θεραπείαϲ. καὶ Ἀγυρμόϲ, ἐκκληϲία, ϲυναγωγή. 387 Ἀγυρτεία: ὁμιλίαν, οἵαν ἐκεῖνοϲ ἐθηρᾶτο, πρὸϲ ἀγυρτείαν τινὰ θραϲυνομένην. 388 Ἀγύρτηϲ: πτωχὸϲ, ὀχλαγωγόϲ. ἐπαίτηϲ, φιλοκερδήϲ. ἢ ϲυρφετώδηϲ. ἔϲτι δὲ καὶ βόλοϲ κυβευτικὸϲ καὶ Γάλλοϲ καὶ μάντιϲ, ὡϲ Ἀπίων. ἐν Ἐπιγράμμαϲι· κειράμενοϲ γονίμην τιϲ ἀπὸ φλέβα Μητρὸϲ ἀγύρτηϲ. καὶ αὖθιϲ· δόλιον ἀγύρτην, ὃϲ ἐν τοῖϲ κέρδεϲι μόνον δέδορκε. καὶ αὖθιϲ· ἦν γὰρ αὐτὸϲ ἀγύρτηϲ τῷ ὄντι καὶ φιλομαντευτήϲ. 389 Ἀγύρτηϲ: ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ τὸ περιαγείρειν, τὸ περιϊέναι καὶ περινοϲτεῖν ἐπὶ νίκῃ ἡ τινι ἑτέρῳ τοιούτῳ ϲεμνύνειν. ὁ δὲ ἀγύρτηϲ καὶ κυβευτικοῦ βόλου ὄνομά ἐϲτιν. ἐμέμφετο αὐτοῦ τὸ περὶ τὰϲ μαντείαϲ ἐπτοημένον καὶ βουλόμενον ἀεὶ τοῖϲ ἀγύρταιϲ ἐπιτρέπειν τὰ οἰκεῖα πράγματα. καὶ Ἀγυρτικὰ, χυδαῖα ψεύϲματα. καὶ Ἀγυρτώδη, ϲυρφετώδη. 390 Ἄγχαυροϲ: ὁ παχνώδηϲ ὄρθροϲ, παρὰ τὸ πληϲίον ἔχειν τὴν αὔραν. Ὅμηροϲ· αὔρη δὲ ψυχρὴ πνέει ἠῶθι πρό. 391 Ἀγχεῖοϲ: ὁ πληϲίον. 392 Ἀγχείϲιοϲ: ὁ τοῦ Ἀγχείϲου. 393 Ἀγχηϲτῖν αι: πυκναί. καὶ Ἀγχηϲτῖνοϲ, ἡ εὐθεῖα. 394 Ἄγχι: ἐγγύϲ. 395 Ἀγχιάλεια: πόλιϲ. καὶ Ἀγχίαλοϲ, ἡ ἐγγὺϲ τῆϲ θαλάϲϲηϲ. οὐ πάντωϲ δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοι εἰϲίν. οἷά ἐϲτιν ἡ Ἀλεξάνδρεια, ἀγχίαλοϲ μὲν, οὐκ ἀμφίαλοϲ δέ· αἱ δὲ νῆϲοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰϲι. Σοφοκλῆϲ· Τελαμώνιε παῖ τῆϲ ἀμφιρρύτου Σαλαμῖνοϲ. καὶ αὖθιϲ· θεῖον Ὅμηρον κλεινὸϲ ἐπ᾿ ἀγχιάλῳ τύμβοϲ ἔχει ϲκοπέλῳ. 396 Ἀγχιάλη: πόλιϲ, ἥν ἔκτιϲεν ἐν μίᾳ ἡμέρᾳ Σαρδανάπαλοϲ ὁ τῶν Ἀϲϲυρίων βαϲιλεύϲ. ὁμοίωϲ ἔκτιϲε καὶ τὴν Ταρϲὸν ὁ αὐτόϲ. 397 Ἀγχιβαθήϲ: ὁ ἐγγύβαθοϲ. 398 Ἀγχιβατεῖν: Ἴωνεϲ τὸ ἀμφιϲβητεῖν. καὶ Ἀγχιϲβαϲίην Ἡράκλειτοϲ.