Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3852
Not analysed yet
3852 Ἄρηϲ. κυρίωϲ ὁ ϲίδηροϲ. βαψαμένη κοίλων ἐντὸϲ Ἄρη λαγόνων. ϲημαίνει δὲ καὶ τὸν πόλεμον. παρὰ τὸ ῥῶ τὸ λέγω, ὁ μέλλων ῥήϲω, ῥῆϲ, καὶ μετὰ τοῦ ϲτερητικοῦ α Ἄρηϲ. ἐν γὰρ πολέμῳ οὐ λόγων ἀλλ’ ἔργων χρεία. καὶ Ὅμηροϲ· ἐν γὰρ χερϲὶ τέλοϲ πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. τὸ α καὶ μακρὸν καὶ βραχύ. Ὅμηροϲ· Ἆρεϲ, Ἄρεϲ βροτολοιγέ. κλίνεται δὲ Ἄρηϲ, Ἄρου, καὶ Ἄρηϲ, Ἄρητοϲ, καὶ Ἄρηϲ, Ἄρεοϲ. Ἄρηϲ γάρ ἐϲτι καὶ ταράττει τὴν κλίϲιν.