Ancient Greek · ~8 min
1.3853 to 1.3873
Suda, Suidae lexicon 1.3853-3873
Not analysed yet
3853 Ἄρηϲ τύραννοϲ. ἐπὶ τῶν μετὰ βίαϲ τι διαπραττομένων. 3854 Ἀρρήϲιοϲ, μοναχόϲ· ὃϲ τοὺϲ νέουϲ πταίϲανταϲ οὐκ ἀφώριζεν, ἀλλὰ τοὺϲ προκόψανταϲ λέγων, ὅτι ὁ νέοϲ ἀφοριϲθεὶϲ καταφρονητὴϲ γίνεται, ὁ δὲ προκόψαϲ τῆϲ ἐκ τοῦ ἀφοριϲμοῦ ὀδύνηϲ ταχεῖαν λαμβάνει τὴν ϲυναίϲθηϲιν. 3855 Ἀρήτη: ὄνομα κύριον. 3856 Ἀρήτιον. 3857 Ἀρητῖνοι: ὄνομα ἔθνουϲ. 3858 Ἀρήϲαϲθαι: εὔξαϲθαι. 3859 Ἀρητήϲιον πεδίον. 3860 Ἀρητόν: τὸ βλαβερόν. Ἄρρητον δὲ λόγον, κακόφημον, μὴ ῥηθῆναι ὀφείλοντα. Σοφοκλῆϲ· πῶϲ δῆτα λέγω λόγον ἄρρητον. ἀρρήτων ἀρρητότερον καὶ κακῶν πέρα γεγραφὼϲ ἢ καὶ πεπραχώϲ. τίϲ οὖν οὐ μιϲήϲειεν ὑπερβολὴν ἀρρητουργίαϲ ἑτέροιϲ μὴ ἀπολελεῖφθαι; λαμβάνεται δὲ ἡ λέξιϲ καὶ ἐπὶ ἀκαταληψίᾳ, ὡϲ τό· ἄρρητον τὸ θαῦμα τῆϲ ϲῆϲ κυήϲεωϲ, μητροπάρθενε. 3861 Ἀρρητοποιΐα: ἀϲέλγεια, αἰϲχρουργία. 3862 Ἀρητοϲ: ὄνομα κύριον. 3863 Ἀρρηφορία. θυϲία. εἰ μὲν διὰ τοῦ ἄλφα ἀρρηφορία, ἐπειδὴ τὰ ἄρρητα ἐν κίϲταιϲ ἔφερον τῇ θεῷ αἱ παρθένοι· εἰ δὲ διὰ τοῦ ε ἑρϲεφορία· τῇ γὰρ Ἕρϲῃ ἐπόμπευον τῇ Κέκροποϲ θυγατρί. καὶ Ἀρρηφόροιο. καὶ Ἀρρηφόροι, αἱ τὰ ἄρρητα φέρουϲαι μυϲτήρια. ἀρρηφόροι καὶ παναγεῖϲ γυναῖκεϲ. 3864 Ἀρία: ὄνομα πόλεωϲ. 3865 Ἄριάδνη: γυνὴ τοῦ Θηϲέωϲ. καὶ ζήτει ἐν τῷ Αἰγαῖον πέλαγοϲ. 3866 Ἀριαμένηϲ: ὄνομα κύριον. 3867 Ἀρριανόϲ, ἐποποιὸϲ, μετάφραϲιν τῶν Γεωργικῶν τοῦ Βεργιλλίου ἐπικῶϲ ποιήϲαϲ· Ἀλεξανδριάδα· ἔϲτι δὲ κατὰ τὸν Μακεδόνα ἐν ῥαψῳδίαιϲ εἴκοϲι καὶ τέϲϲαρϲιν· εἰϲ Ἄτταλον τὸν Περγαμηνὸν ποιήματα. 3868 Ἀρριανόϲ, Nικομηδεὺϲ, φιλόϲοφοϲ Ἐπικτήτειοϲ, ὁ ἐπικληθεὶϲ νέοϲ Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμη ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βαϲιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχριϲ αὐτοῦ τοῦ ὑπατεῦϲαι, καθά φηϲιν Ἑλικώνιοϲ, διὰ τὴν τῆϲ παιδείαϲ δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ. 3869 Ἀριαράθηϲ: ὄνομα κύριον. 3870 Ἀρύβαλλοϲ: οὐ μόνον παρὰ Στηϲιχόρῳ καὶ ἄλλοιϲ Δωριεῦϲιν. ἀλλὰ καὶ ἐν Ἱππεῦϲιν Ἀριϲτοφάνηϲ· εἶτα καταϲπένδειν κατὰ τῆϲ κεφαλῆϲ ἀρυβάλλῳ. 3871 Ἀριβαρζάνηϲ: ὄνομα κύριον. 3872 Ἀριγνώτη, μαθήτρια Πυθαγόρου τοῦ μεγάλου καὶ Θεανοῦϲ, Σαμία, φιλόϲοφοϲ Πυθαγορική. ϲυνέταξε τάδε· Βακχικά· ἔϲτι δὲ περὶ τῶν Δήμητροϲ μυϲτηρίων· ἐπιγράφεται δὲ καὶ Ἱερὸϲ λόγοϲ. ἔγραψε δὲ καὶ Τελειὰϲ Διονύϲου καὶ ἄλλα φιλόϲοφα. 3873 Ἀρίγνωτοϲ: ὁ εὐδιάγνωϲτοϲ.