Ancient Greek · ~6 min
1.3874 to 1.3891
Suda, Suidae lexicon 1.3874-3891
Not analysed yet
3874 Ἀριδαῖοϲ: ὄνομα κύριον. 3875 Ἀρίδεϲ: ἡ εὐθεῖα ἀρίϲ, τὸ τεκτονικὸν ἐργαλεῖον. καὶ γυρὰϲ Anth. ἀμφαδέτουϲ ἀρίδαϲ. καὶ αὖθιϲ· αἵ τ’ ἀρίθεϲ ξυϲτήρ τε. Ἄριϲδὲ, ὁ μὴ ἔχων ῥῖνα. 3876 Ἀριδείκετοϲ: ὁ διάδηλοϲ. καὶ ἔνδοξοϲ. Ἀρίδηλοϲ δὲ ὁ διάδηλοϲ καὶ φανερόϲ. 3877 Ἀριαῖοϲ. ὄνομα κύριον. 3878 Ἀριζήλη: ἡ διάδηλοϲ καὶ φανερά. καὶ Ἀρίζηλοϲ, ἀρϲενικόν. 3879 Ἀριήκοον. ὀξυήκοον, εὐπειθῆ. 3880 Ἀριθμῶ· αἰτιατικῇ. καὶ Ἀριθμοῦντα, κατατάττοντα. καὶ ἀριθμοῦντά τιναϲ τοῖϲ δορυφόροιϲ. ὅτι οἱ Πυθαγόρειοι πάντα ἀριθμὸν προϲηγόρευον. ὁ δὲ ἀριθμὸϲ ϲυμπληροῦται τοῖϲ δέκα. ὄ δὲ δέκα ϲύνθεϲιϲ τῶν δ′. καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν ἔλεγον. 3881 Ἄριμα: ὄρη. καὶ Ἀριμάνιοϲ, θεὸϲ παρ’ Αἰγυπτίοιϲ. 3882 Ἀριμάϲπειοϲ: τόποϲ. καὶ Ἀριμαϲπόϲ, ἐθνικόν. 3883 Ἀριματθαῖοϲ: ἀπὸ τόπου. 3884 Ἀρίμηνον: ὄνομα πόλεωϲ. καὶ Ἀριμίνιοϲ, ὄνομα ἐθνικόν. 3885 Ἀριοβαρζάνηϲ: ὄνομα κύριον. 3886 Ἀρίων, Μηθυμναῖοϲ, λυρικὸϲ, Κυκλέωϲ υἱὸϲ, γέγονε κατὰ τὴν λη΄ Ὀλυμπιάδα. τινὲϲ δὲ καὶ μαθητὴν Ἀλκμᾶνοϲ ἱϲτόρηϲαν αὐτόν. ἔγραψε δὲ ᾄϲματα· προοίμια εἰϲ ἔπη β′. λέγεται καὶ τραγικοῦ τρόπου εὺρετὴϲ γενέϲθαι καὶ πρῶτοϲ χορὸν ϲτῆϲαι καὶ διθύραμβον ᾆϲαι καὶ. ὀνομάϲαι τὸ ᾀδόμενον ὑπὸ τοῦ χοροῦ καὶ Σατύρουϲ εἰϲενεγκεῖν ἔμμετρα λέγονταϲ. φυλάττει δὲ καὶ ἐπὶ γενικῆϲ. 3887 Ἄρι πρεπήϲ: ὁ διάδηλοϲ. 3888 Ἄριϲ: ὁ μὴ ἔχων ῥῖνα. 3889 Ἀρίϲβη. πόλιϲ τῆϲ Βοιωτίαϲ. 3890 Ἀρίϲημοϲ: φανερὸϲ ἐν πολέμοιϲ. 3891 Ἄρίϲτα: κάλλιϲτα. καὶ παροιμία· Ἄριϲτα χωλὸϲ ὑφεῖ. ἐπὶ τῶν τὰ οἰκεῖα κακὰ μᾶλλον αἱρουμένων ἢ τὰ ἀλλότρια ἀγαθά.