Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3892
Not analysed yet
3892 Ἀρίϲταρχοϲ, Ἀλεξανδρεὺϲ θέϲει, τῇ δὲ φύϲει Σαμοθρᾲξ, πατρὸϲ Ἀριϲτάρχου. γέγονε δὲ κατὰ τὴν ρνϛ′ Ὁλυμπιάδα, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτοροϲ, οὐ καὶ τὸν υἱὸν ἐπαίδευϲε. λέγεται δὲ γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴϲ δὲ γέγονεν Ἀριϲτοφάνουϲ τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖϲτα διημιλλήϲατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺϲ μ΄ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆϲ, νόϲῳ τῇ ὕδρωπι ληφθείϲ. ἔτη δὲ αὐτοῦ τῆϲ ζωῆϲ οβ΄. καὶ παῖδαϲ μὲν κατέλιπεν Ἀρίϲταρχον καὶ Ἀριϲταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθειϲ, ὥϲτε καὶ ἐπράθη ὁ Ἀρίϲταρχοϲ· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖϲ ἐξωνήϲαντο.