Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3893
Not analysed yet
3893 Ἀρίϲταρχοϲ, Τεγεάτηϲ, ὁ τῶν τραγῳδιῶν ποιητὴϲ, νοϲεῖ τινα νόϲον· εἶτα αὐτὸν ἰᾶται ὁ Ἀϲκληπιὸϲ καὶ προϲτάϲϲει χαριϲτήρια τῆϲ ὑγείαϲ. ὁ δὲ ποιητὴϲ τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγείαϲ μὲν οὐκ ἄν ποτε μιϲθὸν αἰτήϲαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶϲ ἄν; εἴ γε τὰ μέγιϲτα ἡμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουϲι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοϲούτου τῆϲ παναρκοῦϲ ἀμιϲθὶ μεταλαμβάνειν ἀκτῖνοϲ, καὶ χρῆϲιν ὕδατοϲ καὶ πυρὸϲ ϲυντέχνου μυρίαϲ ἐπιγονὰϲ, καὶ ποικίλαϲ ἅμα καὶ ϲυνεργοὺϲ ἐπικουρίαϲ, καὶ ἀέροϲ ϲπᾶν καὶ ἔχειν τροφὴν ζωῆϲ τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουϲι δὲ ἄρα ἐν τοῖϲδε τοῖϲ μικροῖϲ μήτε ἀχαρίϲτουϲ εἶναι μήτε ἀμνήμοναϲ ἡμᾶϲ, Hesy καὶ ἐν τούτοιϲ ἀμείνοναϲ ἀποφαίνοντεϲ. οὗτοϲ δὲ ὁ Ἀρίϲταρχοϲ ϲύγχρονοϲ ἦν Εὐριπίδῃ· ὃϲ πρῶτοϲ εἰϲ τὸ νῦν αὐτῶν μῆκοϲ τὰ δράματα κατέϲτηϲε. καὶ ἐδίδαξε μὲν τραγῳδίαϲ ο΄, ἐνίκηϲε δὲ β΄, βιοὺϲ ὑπὲρ ἔτη ρ΄,