Ancient Greek · ~1 min
1.3894 to 1.3896
Suda, Suidae lexicon 1.3894-3896
Not analysed yet
3894 Ἀρίϲταρχοϲ· οὗτοϲ τὴν ἐν Ἐφέϲῳ μόναρχον εἶχεν ἐξουϲίαν ἐκ τῶν Ἀθηναίων ἥκων κλητόϲ. ἐκάλουν δὲ ἄρα αὐτὸν οἱ προϲήκοντεϲ, ὅτι ἐμμελῶϲ τε καὶ ϲὺν κηδεμονίᾳ αὐτῶν ἦρξεν ἔτεϲι ε′. ὑπανέϲτη δὲ ἐκ τῶν Ἀθηναίων, ὅτε Ἅρπαγοϲ Κῦρον τὸν Καμβύϲου παῖδα ἐπὶ τὴν ϲὺν Πέρϲαιϲ ἀπόϲταϲιν ἐπάραϲ ἔτυχεν. 3895 Ἀρίϲταχμοϲ: ὄνομα κύριον. 3896 Ἀριϲταίνετοϲ. ὄνομα κύριον.