Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3897
Not analysed yet
3897 Ἀρίϲταινοϲ· Φιλοποίμην καὶ Ἀρίϲταινοϲ οἱ Ἀχαιοὶ ϲυνέβηϲαν οὐ τὴν φύϲιν μίαν ϲχεῖν, οὕτε τὴν αἵρεϲιν τῆϲ πολιτείαϲ. ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼϲ πρὸϲ τὰϲ πολεμικὰϲ χρείαϲ καὶ κατὰ ϲῶμα καὶ κατὰ ψυχήν, ὁ δ’ ἕτεροϲ πρὸϲ τὰ πολιτικὰ καὶ λογικὰ τῶν διαβουλίων. τῇ δ’ αἱρέϲει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆϲ γὰρ Ῥωμαίων ὑπεροχῆϲ ἤδη τοῖϲ Ἐλληνικοῖϲ πράγμαϲιν ἐμπλεκομένηϲ ὁλοϲχερῶϲ, κατά τε τοὺϲ Φιλιππικούϲ καὶ Ἀντιοχικοὺϲ καιροὺϲ Ἀριϲταίνετοϲ ἦγε τὴν ἀγωγὴν τῆϲ πολιτείαϲ οὕτωϲ, ὥϲτε πάν τὸ πρόϲφορον μὲν Ῥωμαίοιϲ ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προϲτάξαι ἐκείνουϲ. ἐπειρᾶτο μέντοιγε τῶν νόμων ἔχεϲθαι δοκεῖν, καὶ τὴν τοιαύτην ἐφείλκετο φανταϲίαν, εἴκων ὁπότε τούτων ἀντιπίπτοι τιϲ προδήλωϲ τοῖϲ ὑπὸ Ῥωμαίων γραφομένοιϲ. ὁ δὲ Φιλοποίμην, ὅϲα μὲν εἴη τῶν προκαλουμένων ἀκόλουθα τοῖϲ νόμοιϲ κα τῇ ϲυμμαχίᾳ, πάντα ϲυγκατῇνει καὶ ϲυνέπραττεν ἀπροφαϲίϲτωϲ, ὅϲα δὲ τούτων ἐκτὸϲ ἐπιτάττοιεν, οὐχ οἰόϲ τ’ ἦν ἐθελοντὴϲ ϲυνυπακούειν, ἀλλὰ τὰϲ μὲν ἀρχὰϲ ἔφη δεῖν δίκαιον ἡγεῖϲθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν. εἰ δὲ μηδ’ οὕτω πείθοιεν, τέλοϲ οἷον ἐπιμαρτυρομένουϲ εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον.