Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3898
Not analysed yet
3898 Ἀριϲταῖοϲ. εἰϲ τῶν Γιγάντων, ὃϲ περιεϲώθη. Ἀριϲτεὺϲ δὲ, Ἀριϲτέωϲ. καὶ Ἀριϲτίων ὡϲαύτωϲ. ἔϲτι δὲ Σάμιοϲ μὲν ἢ Πλαταιεϲ, ἐκ μειρακυλλίου δὲ ἑταῖροϲ Δημοϲθένουϲ· ἐπέμφθη δὲ ὑπ′ αὐτοῦ πρὸϲ Ἡφαιϲτίωνα ἕνεκα διαλλαγῶν. μνημονεύει αὐτοῦ Ὑπερίδηϲ ἐν τῷ κατὰ Δημοϲθένουϲ. ὅτι ἐν τῷ ὄρει τῆϲ Σικελίαϲ, τῷ λεγομένῳ Αἴτνῃ, Ἀριϲταῖον μόνον τὸν Γίγαντα περιϲωθῆναί φαϲι· καὶ οὕτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ῆλθεν. οὕτε Αἴτνη πιέζει αὐτόν.