Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3909
Not analysed yet
3909 Ἀρίϲτιπποϲ, Σωκράτουϲ ὁμιλητὴϲ, ἐν πάϲι τὴν ἡδονὴν ἀϲπαϲάμενοϲ καὶ ἐπίχαριϲ. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸϲ αὐτῷ φέροντοϲ ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενοϲ δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰϲ τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ ϲωτηρία. ἐπέϲκωπτε δ’ Ἀντιϲθένην ἀεὶ διὰ τὴν ϲτρυφνότητα. καὶ πρὸϲ Διονύϲιον τὸν Σικελίαϲ τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήϲεωϲ τοῖϲ ἄλλοιϲ κατῆρξεν, ἐνδύϲ ἐϲθῆτα ἁλουργῆ. Πλάτων δὲ προϲκομιζομένηϲ αὐτῷ τῆϲ ϲτολῆϲ, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι ϲτολὴν, ἄρρην πεφυκὼϲ καὶ γένουϲ ἐξ ἄρρενοϲ. Ἀρίϲτιπποϲ δὲ δεξάμενοϲ καὶ γελάϲαϲ εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμαϲιν ὁ νοῦϲ ὁ ϲώφρων οὐ διαφθαρήϲεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπειϲε· καὶ οὐ ταύτηϲ ἐγὼ τῆϲ κολακείαϲ αἴτιοϲ, εἶπεν, ἀλλὰ Διονύϲιοϲ, ὁ ἐν γόναϲι τὰϲ ἀκοὰϲ ἔχων.