Ancient Greek · ~2 min
1.3910 to 1.3912
Suda, Suidae lexicon 1.3910-3912
Not analysed yet
3910 Ἀριϲτογένηϲ, Θάϲιοϲ, ἰατρὸϲ, ἔγραψε βιβλία κδ΄. ἐκρίθη δὲ Περὶ διαίτηϲ ἕν, Περὶ δυνάμεωϲ α′, Περὶ δακέτων α΄, Περὶ ϲπέρματοϲ α′, Ὑγιεινὸν α΄, Ἐπιϲτολικὰ, Ἐπιτομὴν φυϲικῶν βοηθημάτων πρὸϲ Ἀντίγονον. 3911 Ἀριϲτογένηϲ, Κνίδιοϲ, ἰατρὸϲ, δοῦλοϲ Χρυϲίππου τοῦ φιλοϲόφου. ἰάτρευϲεν Ἀντιγόνῳ τῷ ἐπικληθέντι Γονατᾷ. 3912 Ἀριϲτογείτων, Κυδιμάχου ἢ Λυϲιμάχου, Ἀθηναῖοϲ, ῥήτωρ, μητρὸϲ δὲ ἀπελευθερικῆϲ· ὅϲτιϲ ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγουϲ ποιήϲαϲ, Ἀπολογίαν πρὸϲ Δημοϲθένην τὸν ϲτρατηγὸν, Πρὸϲ Λυκοῦργον, ἰατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου, Κατὰ Θραϲύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριϲτογείτονοϲ, μήποτέ ἐϲτιν οὗτοϲ ὁ Ἀρμοδίου ἑταῖροϲ.